Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
mandrágora | mandragóras μανδραγόρας |
Mandragora sp. |
4.75 |
fol. fol.
fol. fol.
φμζ (547)
Texto provisional
<περὶ μανδραγόρου· μ>ανδραγόρας· οἱ δὲ κιρκαίαν, [οἱ δὲ
ξηρὰ ἄνθη, οἱ δὲ ἀντιμήνιον], οἱ δὲ ἀντίμιμον, οἱ δὲ βομβόχυλονκαλοῦσιν, ἐπειδὴ δοκεῖ ἡ ῥίζα φίλτρων εἶναι ποιητική. ἔστι δ᾽ αὐτοῦ ὁ μέν τις θῆλυς, ὁ μέλας, θριδακίας καλούμενος, φύλλα ἔχων στενότερα καὶ μικρότερα θρίδακος, βρωμώδη καὶ βαρέα κατὰ τὴν ὀσμήν, κεχυμένα δὲ ἐπὶ γῆς, καὶ παρ᾽ αὐτὰ μῆλα οὔοις ἐμφερῆ, ὠχρά, εὐώδη, ἐν οἷς καρπὸς ὥσπερ
fol. fol.
ἀπίου· ῥίζαι εὐμεγέθεις, δύο ἢ τρεῖς, ἀντεμπεπλεγμέναι ἀλλήλαις, μέλαιναι κατὰ τὴν ἐπιφάνειαν, ἔνδοθεν δὲ λευκαὶ καὶ παχύφλοιοι· {2} καυλὸν δὲ οὐ φέρει. τοῦ δὲ ἄρρενος καὶ λευκοῦ, ὃν ἔνιοι μώριον ἐκάλεσαν, φύλλα ἐστὶ λευκά, μεγάλα, πλατέα, λεῖα, καθάπερ τεύτλου· τὰ δὲ μῆλα διπλάσια, κροκίζοντα τὴν χρόαν, εὐώδη μετὰ βάρους τινός, ἃ καὶ ἐσθίουσιν οἱ ποιμένες, ποσῶς δὲ ὑποκαροῦνται· ῥίζα δὲ ὁμοία τῇ πρὸ αὐτῆς, μείζων δὲ καὶ λευκοτέρα· ἄκαυλος δὲ καὶ οὗτος. χυλίζεται δὲ ὁ φλοιὸς τῆς ῥίζης χλωρὸς κοπεὶς καὶ ὑποτεθεὶς πιεστηρίῳ· δεήσει δὲ ἡλιάσαντας μετὰ τὸ συστραφῆναι ἀποτίθεσθαι ἐν ὀστρακίνῳ ἀγγείῳ. {3} χυλίζεται δὲ καὶ τὰ μῆλα ὁμοίως, ἀνειμένον δὲ γίνεται τὸ ἐξ αὐτῶν χύλισμα· καὶ ὁ φλοιὸς δὲ τῆς ῥίζης περιαιρεθεὶς καὶ διαβληθεὶς λίνῳ κρέμαται εἰς ἀπόθεσιν. ἔνιοι δὲ καθέψουσιν οἴνῳ τὰς ῥίζας ἄχρι τρίτου καὶ διυλίσαντες ἀποτίθενται, χρώμενοι ἐπὶ τῶν ἀγρυπνούντων καὶ περιοδυνώντων κυάθῳ ἑνὶ καὶ ἐφ᾽ ὧν βούλονται ἀναισθησίαν τεμνομένων ἢ καιομένων ποιῆσαι. ὁ δὲ ὀπὸς ποθεὶς ὀβολῶν δυεῖν ὁλκῆς πλῆθος σὺν μελικράτῳ ἄγει ἄνω φλέγμα καὶ χολὴν ὡς ἐλλέβορος, πλείων δὲ ποθεὶς ἐξάγει τοῦ ζῆν. {4} μείγνυται καὶ εἰς τὰς ὀφθαλμικὰς καὶ ἀνωδύνους δυνάμεις καὶ πεσσοῖς μαλακτικοῖς· καθ᾽ ἑαυτὸν δὲ ὅσον ἡμιωβόλιον προστεθεὶς ἔμμηνα καὶ ἔμβρυα ἄγει, δακτυλίῳ τε ἀντὶ βαλανίου προστεθεὶς ὕπνον ποιεῖ. μαλάσσειν δὲ καὶ ἐλέφαντα λέγεται ἡ ῥίζα συνεψομένη αὐτῷ ἐπὶ ὥρας ἓξ καὶ εὔπλαστον αὐτὸν εἰς ὃ ἄν τις βουληθῇ σχῆμα παρασκευάζειν. τὰ δὲ φύλλα πρόσφατα ἁρμόζει πρός τε ὀφθαλμῶν φλεγμονὰς καὶ τὰς ἐπὶ τῶν ἑλκῶν μετ᾽ ἀλφίτου καταπλασσόμενα· διαφορεῖ δὲ καὶ πᾶσαν σκληρίαν καὶ ἀποστήματα, χοιράδας, φύματα, παρατριβόμενά τε ἡσυχῆ ἐπὶ ἡμέρας πέντε ἢ ἓξ στίγματα ἄνευ ἕλκους ἀφανίζει· καὶ ταριχευόμενα δὲ τὰ φύλλα ἀποτίθεται πρὸς τὰς αὐτὰς χρείας. {5} ἡ δὲ ῥίζα λεία σὺν ὄξει ἐρυσιπέλατα ἰᾶται, πρὸς δὲ ἑρπετῶν πληγὰς σὺν μέλιτι ἢ ἐλαίῳ <ποιεῖ>, σὺν ὕδατι δὲ χοιράδας καὶ φύματα διαχεῖ καὶ ἄρθρων πόνους παύει μετ᾽ ἀλφίτων. σκευάζεται δὲ καὶ δίχα ἑψήσεως οἶνος ἐκ τοῦ φλοιοῦ τῆς ῥίζης· δεῖ δὲ ἐμβάλλειν μνᾶς τρεῖς εἰς μετρητὴν οἴνου γλυκέος διδόναι τε ἐξ αὐτοῦ κυάθους τρεῖς τοῖς μέλλουσι τέμνεσθαι ἢ καίεσθαι, ὡς προείρηται· οὐ γὰρ ἀντιλαμβάνονται τοῦ ἀλγήματος διὰ τὸ καταφέρεσθαι. {6} τὰ δὲ μῆλα ἐσθιόμενα καὶ ὀσφραινόμενα καρωτικὰ καὶ ὁ ἐξ αὐτῶν χυλός· πλεονασθέντα δὲ καὶ ἀφώνους ποιεῖ. τὸ δὲ σπέρμα τῶν μήλων ποθὲν ὑστέραν καθαίρει, προστεθὲν δὲ μετὰ θείου ἀπύρου ῥοῦν ἵστησιν ἐρυθρόν. ὀπίζεται δὲ περιχαρασσομένης τῆς ῥίζης θολοειδῶς καὶ τοῦ συρρέοντος εἰς τὴν κοιλότητα συλλεγομένου· ἔστι δὲ ἐνεργέστερος τοῦ ὀποῦ ὁ χυλός. οὐκ ἐν παντὶ δὲ τόπῳ φέρουσιν ὀπὸν αἱ ῥίζαι· ὑποδείκνυσι δὲ τὸ τοιοῦτον
fol. fol.
ἡ πεῖρα.