Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
albahaca | ōkimon ὤκιμον |
Ocimum basilicum L. |
2.141 |
fol. fol.
Ϛο (270)
Texto provisional
ὤκιμον· ὤκιμον [γνώριμον]
βιβρωσκόμενον πολὺ ἀμβλυωπές ἐστιν. ἔστι δὲ κοιλίας μαλακτικόν, πνευμάτων κινητικόν, οὐρητικόν, γάλακτος προκλητικόν, δυσμετάβλητον. καταπλασσόμενον δὲ σὺν ἀλφίτου πάλῃ καὶ ῥοδίνῳ καὶ ὄξει φλεγμοναῖς βοηθεῖ, καὶ δράκοντος θαλασσίου καὶ σκορπίου πληγῇ καθ᾽ ἑαυτό, σὺν οἴνῳ δὲ Χίῳ πρὸς ὀφθαλμῶν ὀδύνας. ὁ δὲ χυλὸς αὐτοῦ ἀποκαθαίρει ἀχλῦς τὰς ἐν ὀφθαλμοῖς καὶ τὰ ῥεύματα ξηραίνει. {2} τὸ δὲ σπέρμα ἁρμόζει τοῖς χολὴν μέλαιναν γεννῶσι πινόμενον, δυσουροῦσί τε καὶ πνευματουμένοις· παύει δὲ καὶ πταρμοὺς πλείονας ἐπισπώμενον δι᾽ ὀσφρήσεως, καὶ ἡ πόα δὲ τὸ αὐτὸ ποιεῖ· συμπιέζειν δὲ τοὺς ὀφθαλμοὺς δεῖ ἐπιόντος τοῦ πταρμοῦ. φυλάσσονται δέ τινες αὐτὸ καὶ οὐκ ἐσθίουσι διὰ τὸ μασηθὲν καὶ τεθὲν ἐν ἡλίῳ σκώληκας γεννᾶν. Λίβυες δὲ προσυπειλήφασιν, ὅτι οἱ φαγόντες αὐτὸ καὶ πληγέντες ὑπὸ σκορπίου ἄπονοι [1]
fol. fol.
διατίθενται.