Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
orégano cabruno | thýmbra θύμβρα |
Satureja thymbra L. |
3.37 |
τνα (351)
Texto provisional
θύμβρα· καὶ αὐτὴ γνώριμος, γεννωμένη ἐν λεπτογείοις καὶ τραχέσι τόποις, ὁμοία θύμῳ, ἐλάσσων μέντοι καὶ ἁπαλωτέρα, φέρουσα στάχυν ἄνθους μεστόν, ἔγχλωρον.
δύναται δὲ τὰ αὐτὰ τῷ θύμῳ ὁμοίως λαμβανομένη καὶ πρὸς τὴν ἐν ὑγιείᾳ χρῆσιν εὔθετος. γίνεται δὲ καὶ σπαρτὴ θύμβρα, κατὰ πάντα τῆς ἀγρίας ἐλάσσων, εὐχρηστοτέρα δὲ πρὸς βρῶσιν διὰ τὸ μὴ ἐπιτετάσθαι τὴν δριμύτητα.