Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
verbena | peristereōn hýptios περιστερεὼν ὕπτιος |
Verbena officinalis L. |
4.60 |
fol. fol.
φλβ (532)
<περὶ ὑπτίου περιστερεῶνος·> περιστερεὼν [ὕπτιος· οἱ δὲ] ἱερὰν βοτάνην, [οἱ δὲ ἠριγένειον, οἱ δὲ
χαμαίλυκον, οἱ δὲ σιδηρῖτιν, οἱ δὲ κουρῖτιν, οἱ δὲ Φερσεφόνιον, οἱ δὲ Διὸς ἠλακάτην,
οἱ δὲ δίχρωμον, οἱ δὲ κόλλησιν, οἱ δὲ ἱππάρισσον, οἱ δὲ Δημητριάς, Αἰγύπτιοι πεμφεμ-
φθάμ, Πυθαγόρας ἐρυσίσκηπτρον, Ῥωμαῖοι κιγκιννάλις [1]]· ῥάβδους ἀνίησι πηχυαίας ἢ
καὶ μείζονας, γωνιοειδεῖς, <γονατώδεις,> περὶ ἃς τὰ φύλλα ἐκ διαστημάτων ἐοικότα δρυΐ, πλὴν στενότερα
καὶ ἧττον ἐντετμημένα [δὲ] τὰ κύκλῳ, ὑπόγλαυκα, ῥίζαν δὲ ὑπομήκη, λεπτήν, [ἄνθη πορ-
φυρᾶ λεπτά]. ταύτης τὰ φύλλα καὶ ἡ ῥίζα ποτιζόμενα μετ᾽ οἴνου καὶ καταπλασσόμενα ποιεῖ πρὸς ἑρπετά,
fol. fol.
πρὸς δὲ ἴκτερον τὰ φύλλα ὅσον < ὁλκὴν [2] μετὰ λιβανωτοῦ τριωβόλου σὺν οἴνου παλαιοῦ <θερμοῦ> κοτύλῃ α' νήστει ἐφ᾽ ἡμέρας
μ' [3] πινόμενα, οἰδήματά τε χρόνια καὶ φλεγμονὰς τὰ φύλλα ἐπιπλασθέντα πραΰνει καὶ
ῥυπαρὰ ἕλκη καθαίρει. {2} ἑψηθεῖσα [4] δὲ ὅλη ἐν οἴνῳ ἐσχάρας τὰς ἐν παρισθμίοις <περιρρήττει>, καὶ νομὰς τὰς ἐν
στόματι ἀναγαργαριζομένη ἐφίστησι, ῥαινόμενόν τε ἐν συμποσίῳ τὸ ἀπόβρεγμα εὐδιαγω-
γοτέρους ἱστορεῖται ποιεῖν. δίδοται δὲ τριετίζουσι [5] πιεῖν τὸ τρίτον γόνυ ἀπὸ τῆς γῆς σὺν τοῖς περι-
κειμένοις φύλλοις, τεταρταΐζουσι δὲ τὸ τέταρτον. καλεῖται δὲ [αὐτὸ] ἱερὰ βοτάνη διὰ τὸ
εὐχρηστεῖν ἐν τοῖς καθαρμοῖς [εἶναι] εἰς περιάμματα.