Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
ruibarbo común | rhâ ῥᾶ |
Rheum ribes L. |
3.2 |
fol. fol.
τιζ (317)
Texto provisional
<περὶ ῥᾶς· ῥ>ᾶ· οἱ δὲ ῥῆον [οἱ δὲ ῥῆον, οἱ δὲ
ῥήαν καλοῦσιν, Ῥωμαῖοι ῥᾶ Πόντικουμ]. γεννᾶται ἐν τοῖς ὑπὲρ Βόσπορον τόποις, ὅθεν καὶ κομίζεται. ῥίζα μέλαινα, κενταυρείῳ τῷ μεγάλῳ ἐοικυῖα, μικροτέρα μέντοι καὶ ἐνερευθεστέρα, ἄνοσμος, χαύνη, ὑπόκουφος. ἔστι δὲ αὐτοῦ κράτιστον τὸ ἀτερηδόνιστον ἔγγλισχρόν τε κατὰ τὴν γεῦσιν μετ᾽ ἀνειμένης στύψεως διαμασηθέν τε ἔνωχρον καὶ χροκίζον ποσῶς τῷ χρώματι. {2} ποιεῖ δὲ πινόμενον πρὸς ἐμπνευματώσεις στομάχου, ἀτονίαν, ἄλγημα παντοῖον, σπάσματα, ῥήγματα, σπληνικούς, ἡπατικούς, νεφριτικούς, στροφουμένους καὶ τὰ περὶ κύστιν καὶ θώρακα καὶ ὑποχονδρίων ἐντάσεις καὶ τὰ περὶ ὑστέραν πάθη, ἰσχιάδας, αἵματος πτύσεις, ἄσθματα, λυγμούς, δυσεντερίας, κοιλιακὰς διαθέσεις, περιόδους, θηρίων δήγματα. {3} δώσεις δὲ ὁμοίως τῷ ἀγαρικῷ πρὸς ἕκαστον πάθος, τῇ αὐτῇ ὁλκῇ καὶ ὑγροῖς χρώμενος. αἴρει δὲ καὶ πελιώματα καὶ λειχῆνας
fol. fol.
μετ᾽ ὄξους καταχρισθὲν καὶ φλεγμονὰς πάσας διαχεῖ χρονίας σὺν ὕδατι καταπλασσόμενον. ἡ δὲ ἀνωτάτη δύναμις αὐτοῦ στυπτικὴ μετὰ ποσῆς θερμασίας.