Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
higuera | sŷka σῦκα |
Ficus carica L. |
1.128 |
fol. fol.
ρκη (128)
περὶ σύκων· σῦκα πέπειρα τὰ ἁπαλὰ κακοστόμαχα, κοιλίας λυτικά, ῥᾳδίως
δὲ ὁ ἐξ αὐτῶν ῥευματισμὸς ἵσταται, ἐξανθημάτων καὶ ἱδρώτων προκλητικά, ἄ-
διψα δὲ καὶ σβεστικὰ θερμασίας. τὰ δὲ ξηρὰ τρόφιμα, θερμαντικά, διψητικώτερα,
εὐκοίλια, ἄθετα δὲ ῥευματισμοῖς στομάχου καὶ κοιλίας, βρόγχῳ δὲ καὶ ἀρτηρίᾳ καὶ κύστει
καὶ νεφροῖς εὔθετα καὶ τοῖς ἐκ μακρονοσίας κακοχροοῦσι καὶ ἀσθματικοῖς καὶ ἐπιλημπτικοῖς
καὶ ὑδρωπικοῖς·
fol. fol.
ἀνακαθαίρει δὲ καὶ τὰ ἐν θώρακι ἀποζεσθέντα σὺν ὑσσώπῳ καὶ ποθέντα, ἁρμόζει δὲ καὶ πα-
λαιαῖς βηξὶ καὶ τοῖς περὶ πνεύμονα χρονίοις πάθεσι, κοιλίαν τε μαλάσσει μετὰ νίτρου καὶ κρόκου
κοπέντα καὶ ἐσθιόμενα [1]. {2} τὸ δὲ ἀφέψημα αὐτῶν ταῖς περὶ ἀρτηρίαν καὶ παρίσθμια φλεγ-
μοναῖς ἁρμόζει εἰς ἀναγαργάρισμα, καὶ εἰς τὰς ὠμηλύσεις δὲ μίγνυται καὶ εἰς γυναικείας πυρίας
μετὰ τήλεως ἢ πτισάνης, σὺν πηγάνῳ δὲ [ἀφεψημένα] στρόφων ἐστὶν ἔγκλυσμα. καταπλατ-
τόμενα δὲ ἑφθὰ λεῖα διαφορεῖ σκληρίας, παρωτίδας, δοθιῆνας μαλάσσει [2], φύγεθλα πεπαίνει,
καὶ μᾶλλον σὺν ἴριδι ἢ νίτρῳ ἢ ἀσβέστῳ· καὶ ὠμὰ δὲ κοπέντα σὺν οἷς εἴρηται τὰ αὐτὰ δρᾷ.
σὺν σιδίῳ δὲ ῥοίας [3] πτερύγια ἀνακαθαίρει, μετὰ χαλκάνθου δὲ τὰ ἐν κνήμαις ῥευματικὰ δυ-
σαλθῆ [4] καὶ κακοήθη ἰᾶται [5]. {3} ἑψηθέντα δὲ ἐν οἴνῳ καὶ μιγέντα ἀψινθίῳ καὶ κριθίνῳ ἀλεύ-
ρῳ ὑδρωπικοὺς ὠφελεῖ καταπλασθέντα· κεκαυμένα δὲ καὶ μιγέντα κηρωτῇ χυμέθλας [6]
ἰᾶται, λεῖα δὲ ὠμὰ σὺν νάπυι ὑγρῷ ἀναλημφθέντα καὶ ἐντεθέντα ἐν ὠσὶν ἤχους θεραπεύει
καὶ κνησμοὺς . ὁ δὲ ὀπὸς τῆς ἀγρίας καὶ τῆς ἡμέρου συκῆς πηκτικός ἐστι γάλακτος ὥσπερ
ἡ πιτύα· λύει δὲ καὶ τὸ πεπηγὸς ὥσπερ καὶ τὸ ὄξος, ἑλκωτικός τε σωμάτων καὶ ἀναστο-
μωτικός, κοιλίας τε λυτικὸς καὶ ὑστέρας ἀναχαλαστικὸς μετὰ ἀμυγδάλου [7] λείου πινόμενος,
καὶ ἐμμήνων ἀγωγὸς προστεθεὶς σὺν ᾠοῦ λεκίθῳ ἢ κηρῷ τυρ<ρ>ηνικῷ, ποδαγρικοῖς τε
καταπλάσμασι χρήσιμος μετὰ τηλίνου ἀλεύρου καὶ ὄξους. {4} σμήχει δὲ καὶ λέπρας καὶ λει-
χῆνας, ἐφήλεις, ἀλφούς, ψώρας [ἀχῶρας] σὺν ἀλφίτῳ, καὶ σκορπιοπλήκτοις
κατὰ τῆς πληγῆς ἐπισταζόμενος καὶ ἰοβόλοις καὶ κυνοδήκτοις βοηθεῖ, καὶ ὀδονταλγίας
ὠφελεῖ ἐρίῳ ἀναλημφθεὶς καὶ εἰς τὸ βρῶμα ἐντιθέμενος, καὶ μυρμηκίαν αἴρει στέατι
περιπλασθείσης τῆς ἐν κύκλῳ σαρκός. τὰ αὐτὰ δὲ καὶ ὁ χυλὸς ποιεῖ τῶν ἀπὸ τῆς ἀγρίας συκῆς
ἁπαλῶν κλάδων, ἡνίκα ἂν ἔγγυοι [8] ὦσι, μήπω [9] <δὲ> τοῦ ὀφθαλμοῦ βεβλαστηκότος. κοπτό-
μενοι δὲ ἐκθλίβονται, καὶ ὁ χυλὸς ξηραινόμενος ἐν σκιᾷ ἀποτίθεται. {5} λαμβάνεται δὲ καὶ
εἰς ἑλκωτικὰς δυνάμεις ὅ τε ὀπὸς καὶ ὁ χυλός. αἱ δὲ κράδαι <ἁπαλαὶ> βοείοις κρέασι συγκαθεψόμεναι
εὐέψητα ταῦτα ποιοῦσι, καὶ τὸ γάλα δὲ λυτικώτερον ἐν τῇ ἑψήσει κινούμενον ἀντὶ σπά-
θης αὐταῖς παρασκευάζουσιν.