Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
verdolaga | andrákhnē ἀνδράχνη |
Portulaca oleracea L. |
2.124 |
fol. fol.
Texto provisional
[τοῦ Ἀναζαρβέως·] ἀνδράχνη δύναμιν ἔχει στυ-
πτικήν, <ψυκτικήν>. καταπλασσομένη δὲ μετ᾽ ἀλφίτου βοηθεῖ κεφαλῆς ἀλγήμασι καὶ ὀφθαλμῶν φλεγμοναῖς καὶ ταῖς ἄλλαις καὶ στομάχου πυρώ- σει καὶ ἐρυσιπέλατι καὶ κύστεως ἀλγήματι. βρωθεῖσα δὲ αἱμωδίαν καὶ στομάχου καὶ ἐντέρων πύρωσιν καὶ ῥευματισμὸν πραύνει, νεφρούς τε δακνομένους καὶ κύστιν εὖ διατίθησι καὶ τὰς πρὸς συνουσίαν ὁρμὰς ἐκλύει. {2} παραπλησίως δὲ καὶ ὁ χυλὸς αὐτῆς ἐνεργεῖ
fol. fol.
πινόμενος καὶ ἐν πυρετοῖς ποιῶν, καὶ πρὸς ἕλμεις στρογγύλας καὶ αἵματος πτύσιν καὶ δυσεντερίαν καὶ πρὸς αἱμορροίδα καὶ πρὸς σηπὸς δήγματα. καὶ εἰς τὰ ὀφθαλμικὰ δὲ χρησίμως μείγνυται, ἔγκλυσμά τέ ἐστιν ἐντέρων ῥευματιζομένων καὶ ὀδαξωμένης μήτρας, καὶ πρὸς τὰς ἐξ ἐγκαύσεως κεφαλαλγίας σὺν ῥοδίνῳ ἐλαίῳ ἔμβρεγμα, πρός τε τὰ ἐν κεφαλῇ ἐξανθήματα σὺν οἴνῳ σμῆγμα, πρὸς τραύματα δὲ σφακελίζοντα σὺν ἀλφίτοις καταπλασσόμενος.