Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
cadmía | kadmeía καδμεία |
- | 5.74 |
fol. fol.
fol. fol.
ψμ (740)
Texto provisional
[περὶ παντὸς μεταλλικοῦ λίθου.] περὶ καδμείας·
καδμεία ἀρίστη μέν ἐστιν ἡ Κυπρία, ἐπικαλουμένη δὲ βοτρυῖτις, πυκνή, βαρεῖα μέσως καὶ μᾶλλον ἐπὶ τὸ κουφότερον ῥέπουσα, ἔχουσα τὴν ἐπιφάνειαν βοτρυώδη, χρώματι σποδοειδής, θλασθεῖσα δὲ ἔνδοθεν ἔντεφρος καὶ ἰώδης. ἐχομένη δ᾽ ἐστὶν ἡ ἔξωθεν μὲν κυανίζουσα, ἔνδοθεν δὲ λευκοτέρα, διαφύσεις ἔχουσα ἐμφερῶς ὀνυχίτῃ λίθῳ· τοιαῦται γὰρ [1] εἰσιν αἱ ἐκ τῶν παλαιῶν
fol. fol.
μετάλλων ὀρυσσόμεναι. ἔστι δέ τις καὶ πλακωτὴ λεγομένη, ὡσπερεὶ ζώνας ἔχουσα τὰς διαφύσεις, ὅθεν καὶ ζωνῖτιν αὐτὴν ἐκάλεσαν. καλεῖταί τις καὶ ὀστρακῖτις, ἰσχνὴ καὶ ὡς ἐπὶ τὸ πολὺ μέλαινα, γεώδει δὲ ἢ ὀστρακώδει κεχρημένη ἐπιφανείᾳ· φαύλη δὲ ἡ λευκή. {2} χρησιμεύει δὲ πρὸς μὲν τὰ ὀφθαλμικὰ φάρμακα ἡ βοτρυῖτις καὶ ἡ ὀνυχῖτις καλουμένη, αἱ δὲ λοιπαὶ εἰς ἐμπλάστρους καὶ ξηρὰ κατουλοῦν δυνάμενα φάρμακα, καὶ πρὸς ταὐτὰ χρησιμεύει ἡ Κυπρία· ἡ γὰρ ἐκ Μακεδονίας καὶ Θρᾴκης καὶ Σπανίας κομιζομένη ἄθετος. δύναμιν δὲ ἔχει στυπτικήν, κοιλωμάτων πληρωτικήν, καθαρτικὴν ῥυπαριῶν. παρεμπλάσσει δὲ καὶ ξηραίνει καὶ ἐξιποῖ, καὶ στέλλει τὰ ἐκσαρκώματα, καὶ τὰ κακοήθη τῶν ἑλκῶν ἀπουλοῖ. {3} γεννᾶται δὲ ἡ καδμεία ἐκ τοῦ χαλκοῦ καμινευομένου, προσιζανούσης τῆς λιγνύος τοῖς τοίχοις τῶν καμίνων καὶ τῇ κορυφῇ· εἰσὶ δ᾽ αὐτ<οῦ κεραῖ>αι σιδηραῖ, παμμεγέθεις, ἀκεστίδες ὑπὸ τῶν μεταλλουργῶν καλούμεναι, κατὰ κορυφὴν συνηγμέναι πρὸς τὸ κατέχεσθαι καὶ ἐφιζάνειν τὰ ἀναφερόμενα σώματα ἀπὸ τοῦ χαλκοῦ, ἅπερ ἀεὶ καὶ μᾶλλον προσιζάνοντα ἐπισωματοῦται, καί ποτε μὲν ἓν εἶδος αὐτῆς, ποτὲ δὲ δύο ἢ πάντα ἀποτελεῖται. {4} μεταλλουργεῖται δὲ ἐκ τοῦ ὑπερκειμένου Σολέων ὄρους, τοῦ λεγομένου λίθου πυρίτου καιομένου· ἐν δὲ τῷ αὐτῷ ὄρει εὑρίσκεται οἱονεὶ διαζώματά τινα χαλκίτεως, μίσυος, σώρεως, μελαντηρίας, κυάνου, χρυσοκόλλης, χαλκάνθου, διφρυγοῦς. τινὲς δὲ καὶ ἐν μετάλλοις λιθίνοις φασὶν εὑρίσκεσθαι καδμείαν, πλανώμενοι ὑπὸ λίθων πολλὴν ἐμφέρειαν ἐχόντων, ὡσπερεὶ καὶ ὁ ἐν τῇ Κύμῃ λίθος εὑρισκόμενος, δύναμιν δὲ οὐδεμίαν ἐνδεικνύμενος, ἐπιγινωσκομένων αὐτῶν ἐκ τοῦ κουφοτέρους αὐτοὺς εἶναι τῆς καδμείας καὶ διαμασηθέντας μὴ ἐπιεικεῖς εἶναι τῇ γεύσει· {5} ἀγανακτεῖν δὲ τοὺς ὀδόντας, εἰ λίθος εἴη, ἐν τῇ μασήσει, εἰ δὲ καδμεία εἴη, ἀνέχεσθαι τῆς διαβρώσεως, συνεικούσης αὐτῆς. ἔτι διακρίνεται καὶ τῷ τὴν μὲν καδμείαν λειοτριβηθεῖσαν σὺν ὄξει καὶ ξηρανθεῖσαν ἐν ἡλίῳ ἐπιζεῖν, τὸν δὲ λίθον μὴ πάσχειν τοῦτο· καὶ ἐκ τοῦ ἐπιτεθέντα μὲν τὸν λίθον τετριμμένον πυρὶ ἀποπηδᾶν καὶ τὸν ἐξ αὐτοῦ καπνὸν ὁμοειδῆ τῷ πυρὶ ὑπάρχειν, τὴν δὲ καδμείαν μένειν τε καὶ ἀναδιδόναι αἰθάλην μηλίζουσαν καὶ χαλκοφανῆ ὡσπερεὶ ζώνην τινὰ ποικίλην. {6} ἔτι ὁ μὲν λίθος πυρωθεὶς καὶ ψυγεὶς ἀλλοιωθήσεται τῷ χρώματι καὶ κουφότερος ἔσται, ἡ δὲ καδμεία κατ᾽ οὐδὲν μεταβάλλει, εἰ μή τις αὐτὴν ἐφ᾽ ἱκανὰς ἐγκαύσῃ ὥρας. γεννᾶται δὲ καὶ ἐκ τῶν ἀργυρείων λευκοτέρα καὶ κουφοτέρα οὖσα καὶ κατὰ δύναμιν ἥττων. καυστέον δὲ τὴν προειρημένην καδμείαν ἐγκρύβοντας εἰς ἄνθρακας, ἕως οὗ διαφανὴς γένηται καὶ πομφολυγίσῃ ὡς σιδήρου σκωρία, εἶτα ἐν οἴνῳ
fol. fol.
σβεννύντας Ἀμινναίῳ, τὴν δὲ εἰς τὰ ψωρικὰ ὄξει. {7} τινὲς δὲ τὴν οὕτω καεῖσαν λεάναντες μετ᾽ οἴνου κατοπτῶσι πάλιν ἐν ὠμῇ κύθρᾳ, μέχρι κισσηρώδης τὴν θρύψιν γένηται, πάλιν τε δι᾽ οἴνου λειοτριβήσαντες τρίτον καίουσι, μέχρι τελείως εἰς σποδὸν ἀναλυθῇ, μηδὲν ἔχουσα τραχύ, καὶ ἀντὶ σποδίου χρῶνται αὐτῇ. πλύνεται δὲ ἐν θυίᾳ τριβομένη σὺν ὕδατι ἀποχεομένου τοῦ ὕδατος, ἄχρι μηδὲν ἐφίστηται λιπαρόν, καὶ ἀναπλασθεῖσα ἀποτίθεται.