Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
acetabularia | andrósakes ἀνδρόσακες |
Acetabularia mediterranea L. |
3.133 |
υμθ (449)
Texto provisional
ἀνδρόσακες· [οἱ δὲ πικράδα, οἱ δὲ λεύκην, οἱ δὲ θαλασσίαν καλοῦσιν.] γεννᾶται μὲν ἐν Συρίᾳ ἐν παραλίοις τόποις. πόα δ᾽ ἐστὶ λευκή, λεπτόκαρφος, πικρά, ἄφυλλος, θυλάκιον ἐπὶ τῆς κεφαλῆς ἔχουσα περιεκτικὸν σπέρματος. δύναμιν δὲ ἔχει ποθεῖσα σὺν οἴνῳ δραχμῶν δυεῖν πλῆθος οὖρα πολλὰ ἐπὶ ὑδρωπικῶν ἄγειν· καὶ τὸ ἀφέψημα δὲ τῆς πόας καὶ ὁ καρπὸς πινόμενος τὸ αὐτὸ ποιεῖ· καταπλάσσεται δὲ καὶ ἐπὶ ποδαγρικῶν ὠφελίμως.