Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
cuerno de ciervo | eláphou kéras ἐλάφου κέρας |
Cervus elaphus |
2.59 |
ρπη (188)
περὶ ἐλάφου κέρατος· ἐλάφου κέρας κεκαυ-
μένον καὶ πεπλυμένον ἁρμόζει πινόμενον πλῆθος δυοῖν [1] κοχλιαρίων αἱμοπτοικοῖς [2], δυσεν-
τερικοῖς, κοιλιακοῖς, ἰκτερικοῖς, κύστεως ἀλγήμασι μετὰ τραγακάνθης, ῥοικαῖς δὲ γυναιξὶ μετὰ
ὑγροῦ <τοῦ> πρὸς τὸ πάθος ἁρμόζοντος. καίεται δὲ ἐν καμίνῳ καταβληθὲν καὶ κοπὲν εἰς ὠμὴν χύτραν
<περι>πεπλασμένην πηλῷ, ἄχρι<ς> ἂν λευκὸν γένηται. πλύνεται δὲ ὡς καδμία. τὸ δὲ τοιοῦτον
ἁρμόζει πρὸς τὰ ἐν ὀφθαλμοῖς ἕλκη καὶ ῥεύματα, καὶ ὀδόντας δὲ παρατριβόμενον
σμήχει. ὠμὸν δὲ θυμιαθὲν ἑρπετὰ διώκει, ἀποζεσθὲν δὲ μετ᾽ ὄξους καὶ δια-
κλυζόμενον παρηγορεῖ γομφιάσεις.