Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
romaza | lápathon λάπαθον |
Rumex conglomeratus L. |
2.114 |
fol. fol.
σμγ (243)
Texto provisional
περὶ λαπάθου· λάπαθον· τὸ μέν τι αὐτοῦ ὀξυλάπαθον λέγεται, φυόμενον ἐν ἕλεσι,
σκληρόν, κατὰ τὰ ἄκρα ἄποξυ, τὸ δέ τι κηπευτόν, οὐκ ἀνόμοιον τῷ πρώτῳ. τρίτον δέ ἐστιν ἄγριον, μικρόν, παρόμοιον ἀρνογλώσσῳ, μαλακόν, ταπεινόν. ἔστι δὲ καὶ τέταρτον εἶδος αὐτοῦ, ὃ ἔνιοι ὀξαλίδα <ἢ ἀναξυρίδα> ἢ λάπαθον ἄγριον καλοῦσιν, οὗ <τὰ> φύλλα ὅμοια τῷ ἀγρίῳ καὶ μικρῷ λαπάθῳ, καυλὸς δὲ οὐ μέγας, ἄποξυς, καρπὸς δὲ ἐρυθρός, δριμὺς ἐπὶ τοῦ καυλοῦ ἐπὶ παραφυάδων. {2} πάντων δὲ τὸ λάχανον μαλάσσει κοιλίαν ἑψηθέν. αὐτὸ δὲ ὠμὸν καταπλασσόμενον μελικηρίδας σὺν ῥοδίνῳ ἢ κρόκῳ διαφορεῖ. τὸ δὲ σπέρμα τοῦ ἀγρίου καὶ τοῦ ὀξυλαπάθου καὶ τῆς ὀξαλίδος πίνεται ὠφελίμως μεθ᾽ ὕδατος ἢ οἴνου πρὸς δυσεντερίαν καὶ κοιλιακὴν διάθεσιν καὶ ἄσην στομάχου
fol. fol.
καὶ πρὸς σκορπίου πληγήν· καὶ εἰ προπίοι δέ τις, οὐδὲν πείσεται πληγείς. αἱ δὲ ῥίζαι αὐτῶν, ἑφθαί <τε> καὶ ὠμαὶ σὺν ὄξει καταπλασθεῖσαι, θεραπεύουσι λέπρας, λειχῆνας, ὄνυχας λεπρούς· δεῖ δὲ προανατρίβειν τὸν τόπον ἐν ἡλίῳ νίτρῳ καὶ ὄξει· πραύνει δὲ καὶ κνησμοὺς τὸ ἀφέψημα αὐτῶν περιαντλούμενον <ἢ τῷ λουτρῷ μειγνύμενον>. {3} παρηγοροῦσι δὲ καὶ ὀδονταλγίας ἑψόμεναι ἐν οἴνῳ καὶ διακλυζόμεναι, διαφοροῦσι καὶ χοιράδας καὶ παρωτίδας ἑφθαὶ ἐν οἴνῳ καταπλασθεῖσαι, σπλῆνα δὲ σὺν ὄξει <τήκει>. καὶ ἐνδέσματι δέ τινες χρῶνται ταῖς ῥίζαις πρὸς χοιράδας, περιάπτοντες τῷ τραχήλῳ· ἱστᾶσι καὶ ῥοῦν γυναικεῖον προστεθεῖσαι λεῖαι. ἑψηθεῖσαι δὲ ἐν οἴνῳ καὶ πινόμεναι ἰκτερικοὺς ἀποθεραπεύουσι καὶ λίθους τοὺς ἐν κύστει θρύπτουσιν ἔμμηνά τε ἄγουσι σκορπιοπλήκτοις τε βοηθοῦσιν.