Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
siderîtis gr., otra | hetéra siderîtis ἑτέρα σιδερῖτις |
Scrophularia lucida L. |
4.35 |
φζ (507)
Texto provisional
ἔτι καὶ ἑτέρα λέγεται εἶναι σιδηρῖτις, ἣν καὶ αὐτὴν Ἡρακλείαν Κρατεύας καλεῖ, φυομένην ἐν τοίχοις καὶ ἀμπελῶσιν, ἔχουσαν φύλλα μικρά, πολλὰ ἀπὸ μιᾶς ῥίζης, ὅμοια κοριάνδρῳ περὶ καυλίοις σπιθαμιαίοις, λείοις, τρυφεροῖς, ὑπολεύκοις, ἐνερευθέσιν, ἄνθη δὲ φοινικᾶ, μικρά, γευομένῳ πικρά, γλίσχρα. καὶ ταύτης ἡ δύναμις ἐπιτιθεμένης κολλητικὴ ἐναίμων καὶ νεοτρώτων.