Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
ajo negro | môly μῶλυ |
Allium nigrum L. |
3.47 |
fol. fol.
τξα (361)
Texto provisional
<περὶ μώλυος·> μῶλυ· [οἱ δὲ λευκόϊον
ἄγριον καλοῦσιν.] τὰ μὲν φύλλα ἔχει ἀγρώστει ὅμοια, πλατύτερα δέ, ἐπὶ γῆν <κλώμενα>, ἄνθη <δὲ> λευκοΐοις παραπλήσια, γαλακτόχροα, ἥσσονα δὲ πρὸς τὰ τοῦ ἴου, καυλὸν δὲ λεπτόν, πήχεων τεσσάρων· ἐπ᾽ ἄκρου δὲ ἔπεστιν ὡσεὶ σκορδοειδές τι· ῥίζα δὲ μικρά, βολβοειδής. αὕτη σφόδρα ἀγαθὴ πρὸς ὑστέρας ἀναστομώσεις τετριμμένη καὶ μετ᾽ αἰρίνου ἀλεύρου προστιθεμένη ἐν πεσσῷ.