Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
suero | orròn gálaktos ὀρρὸν γάλακτος |
- | 2.70.3 |
fol. fol.
περὶ ὀρροῦ γάλακτος·
ἔχει δὲ πᾶν γάλα παρεμπεπλεγμένον τὸν [λεγόμενον] ὀρρόν, ὃς σχιζόμενος πρὸς κάθαρσιν
εὐτονώτερος γίνεται [1], διδόμενος ἐφ᾽ ὧν δίχα δριμύτητος ἔκκρισιν βουλόμεθα ποιήσασθαι, ὡς
ἐπὶ μελαγχολικῶν, ἐπιλημπτικῶν, λέπρας [2], ἐλεφαντιάσεως, <καὶ> ἐξανθημάτων
τῶν περὶ ὅλον τὸ σῶμα. {4} περὶ σχιστοῦ γάλακτος· σχίζεται δὲ τὸ γάλα ζεννύμενον ἐν καινῇ χύτρᾳ
κεραμεᾷ καὶ κινούμενον κλάδῳ συκίνῳ νεοτμήτῳ, καὶ μετὰ τὸ ζέσαι δὶς ἢ τρὶς
ἐπιρραίνεται ὀξυμέλιτος κύαθος πρὸς ἑκάστην κοτύλην τοῦ γάλακτος· οὕτως γὰρ
διορίζεται ὁ ὀρρὸς τοῦ τυρώδους. δεήσει δὲ πρὸς τὸ μὴ ὑπερζῆν [3] τὸ γάλα ἐν τῇ ἑψήσει
σπόγγῳ ἐκ ψυχροῦ συνεχῶς ἀποψᾶν τὸ χεῖλος τῆς χύτρας καὶ ξέ<στην> ἀργυροῦν πλήρη
ὕδατος ψυχροῦ καθιέναι. ποτίζεται δὲ ὁ ὀρρὸς ἐκ διαστήματος κατὰ κοτύλην <μίαν> ἄχρι ε' κοτυλῶν,
fol. fol.
ἐν δὲ τοῖς μεταξὺ διαστήμασι περιπατείτωσαν οἱ πίνοντες. {5} ποιεῖ δὲ τὸ πρόσφατον γάλα καὶ
πρὸς τοὺς ἀπὸ τῶν θανασίμων φαρμάκων δηγμοὺς καὶ πυρώσεις, ὡς κανθαρίδος ἢ πιτυο-
κάμπης ἢ σαλαμάνδρας ἢ βουπρήστεως ἢ ὑοσκυάμου ἢ δορυκνίου ἢ ἀκονίτου ἢ ἐφη-
μέρου. πρὸς δὲ τοῦτο μάλιστα τὸ βόειον συμφέρει, ἰδίως ἁρμόζον, διακλύζεται δὲ καὶ
πρὸς ἑλκώσεις στομάτων [4] καὶ παρισθμίων εἰς ἀναγαργάρισμα. ἰδίως δὲ τὸ ὄνειον δια-
κλυζόμενον οὖλα καὶ ὀδόντας κρατύνει, τοὺς δὲ τῆς κοιλίας μεθ᾽ ἑλκώσεως ῥευματισ-
μοὺς καὶ τεινεσμοὺς προβάτειον ἢ βόειον ἢ αἴγειον ἵστησιν ἑψηθὲν διὰ κοχλάκων. ἐγ-
κλύζεται δὲ καὶ καθ᾽ ἑαυτὸ καὶ μετὰ πτισάνης ἢ χόνδρου χυλοῦ, ἱκανῶς πραῦνον τὴν τῶν ἐν-
τέρων δῆξιν· ἐγκλύζεται καὶ μήτρᾳ εἱλκωμένῃ.