Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
dragontea mayor | drakontía megálē δρακοντία μεγάλη |
Dracunculus vulgaris Schott |
2.166RV |
fol. fol.
σϟε (295)
Texto provisional
περὶ δρακοντίας· δρακοντία μεγάλη·
οἱ δὲ ἄρον, οἱ δὲ ἴσαρον, οἱ δὲ ἴαρον, οἱ δὲ ἱεράκιος, οἱ δὲ ἄμι ἄγριον, οἱ δὲ κύπερις, Ῥωμαῖοι κόλουβρουμ, οἱ δὲ μουράριαμ, οἱ δὲ σεγιτάλις, οἱ δὲ στρουμάριαμ. φύεται ἐν συσκίοις καὶ φραγμοῖς. καυλὸν δὲ ἔχει λεῖον ὀρθόν, ὡς διπηχυαῖον, παχὺν ὡς βακτηρίαν, ποικίλον κατὰ τὴν χρόαν, ὡς ἐοικέναι δράκοντι, καὶ πλεονάζει μὲν ἐν τοῖς διαπορφύροις σπίλοις· φύλλα δὲ ὡς λαπάθου, ἀντεμπλεκόμενα, καρπὸν δὲ ποιεῖ ἐπ᾽ ἄκρου τοῦ καυλοῦ βοτρυοειδῆ, σποδώδη τῷ χρώματι τὸ πρῶτον, ἐν δὲ τῷ πεπανθῆναι κροκίζοντα καὶ φοινικοῦν, ῥίζαν εὐμεγέθη, στρογγύλην, λευκήν, φλοιὸν ἔχουσαν λεπτόν. συλλέγεται δὲ καὶ χυλίζεται, ὅταν περκάζῃ, καὶ ξηραίνεται ἐν σκιᾷ. ἡ δὲ ῥίζα ὀρύσσεται ἐν πυραμητῷ καὶ πλυθεῖσα κατατέμνεται καὶ ἐνείρεται μὲν ἱμάντι, ξηραίνεται δὲ ἐν σκιᾷ. θερμαντικὴ δέ ἐστι μετὰ συγκράματος. ποιεῖ δὲ ὀπτή τε καὶ ἑφθὴ μετὰ μέλιτος ἐκλειχομένη πρὸς ὀρθοπνοικούς, ῥήγματα, σπάσματα, βῆχας, κατάρρουν. ποθεῖσα δὲ μετ᾽ οἴνου τὰς ἐπὶ συνουσίαν ὁρμὰς κινεῖ. καθαίρει δὲ σὺν μέλιτι λειανθεῖσα καὶ ἐπιπλασθεῖσα τὰ κακοήθη τῶν ἑλκῶν καὶ φαγεδαινικὰ καὶ μάλιστα μετὰ λευκῆς ἀμπέλου, καὶ κολλύρια δὲ ἐξ αὐτῆς σὺν μέλιτι πρὸς σύριγγας ἀναπλάττεται καὶ πρὸς ἐμβρύων κομιδήν· ποιεῖ δὲ καὶ πρὸς ἀλφοὺς σὺν μέλιτι καταχρισθεῖσα, πολύποδας δὲ καὶ καρκινώματα δαπανᾷ. ποιεῖ δὲ ὁ χυλὸς αὐτῆς καὶ εἰς ὀφθαλμικά, πρὸς νεφέλια, λευκώματα, ἀχλῦς. ἡ δὲ ὀσμὴ τῆς ῥίζης καὶ τῆς πόας τῶν ἄρτι συνειλημμένων φθόριόν ἐστι, καὶ τοῦ καρποῦ τριάκοντα κόκκοι ποθέντες μετ᾽ ὀξυκράτου. ἔνιοι δὲ τῷ χυλῷ τούτου καὶ τοὺς ὠταλγοῦντας ἐνεχυμάτισαν μετὰ ἐλαίου.
fol. fol.
τὰ δὲ φύλλα ὡς στύφοντα τοῖς νεοτρώτοις ὑπέθεσαν, ἡψημένα δὲ ἐν οἴνῳ καὶ τοῖς χίμετλα ἔχουσι. φασὶ δὲ καὶ τοὺς διατρίψαντας αὐτὰ ταῖς χερσὶν ἢ τὴν ῥίζαν ἀναιροῦντας ὑπὸ ἔχεως μὴ δάκνεσθαι.