Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
nueza negra | ámpelos mélaina ἄμπελος μέλαινα |
Tamus communis L. |
4.183 |
χνϚ (656)
Texto provisional
ἄμπελος μέλαινα· [οἱ δὲ βρυωνία μέλαινα,] οἱ δὲ Χειρώνιον, [οἱ δὲ βουκράνιον, Ῥωμαῖοι ὄβα ταμίνια, οἱ δὲ ὄβα ταμνούτα, οἱ δὲ βίτις ἄλβα, Δάκοι πριάδιλα, οἱ δὲ πατρίνα, Ἄφροι λαουωθέν]· φύλλα ἐστὶ κισσῷ ὅμοια, μᾶλλον δὲ πρὸς τὰ τῆς μίλακος, καὶ οἱ καυλοὶ <δέ>· μείζονα δὲ ταῦτα. ἐλλαμβάνεται δὲ καὶ αὕτη τῶν δένδρων ταῖς ἕλιξι· καρπὸς δὲ βοτρυώδης, χλωρὸς κατ᾽ ἀρχήν, πεπανθεὶς δὲ μέλας γίνεται· ῥίζα μέλαινα ἔξωθεν, ἔνδοδεν δὲ πυξοειδής. {2} καὶ ταύτης οἱ καυλοὶ κατὰ τὴν πρώτην ἐκβλάστησιν λαχανεύονται· εἰσὶ δὲ διουρητικοί, καταμηνίων κινητικοί, τηκτικοὶ σπλημνός, ἐπιλημπτικοῖς τε καὶ παραλυτικοῖς καὶ σκοτωματικοῖς ἁρμόζουσιν. ἡ δὲ ῥίζα δύναμιν ὁμοίαν τῇ λευκῇ κέκτηται, πρὸς τὰ αὐτὰ ἁρμόζουσαν, ἧττον μέντοι ἐνεργεῖ. ποιεῖ δὲ καὶ πρὸς τοὺς τῶν ὑποζυγίων λόφους, ἐπειδὰν ἑλκωθῶσι, τὰ φύλλα σὺν οἴνῳ καταπλασσόμενα καὶ πρὸς στρέμματα ὁμοίως ἐπιτίθεται.