Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
camelina | mýagron μύαγρον |
Camelina sativa Crantz |
4.116 |
φπη (588)
Texto provisional
μύαγρον, οἱ δὲ μελάμπυρον· πόα φρυγανώδης, δίπηχυς, φύλλα ἔχουσα ἐμφερῆ τοῖς τοῦ ἐρυθροδάνου, σπέρμα τήλιδι ἐοικός, λιπαρόν, ᾧ χρῶνται κόπτοντες ὑποπεφωγμένον καὶ περιπλάττοντες ῥάβδοις καὶ ἀντὶ λύχνου χρώμενοι. δοκεῖ δὲ τὸ ἐξ αὐτῶν λίπος ὁμαλίζειν καὶ λεαίνειν τὰς τοῦ σώματος τραχύτητας.