Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
flores de cobre | khalkoû ánthos χαλκοῦ ἄνθος |
- | 5.77 |
ψμγ (743)
Texto provisional
χαλκοῦ δὲ ἄνθος, ὅ τινες τῶν παλαιῶν ἥλων ψῆγμα ἐκάλεσαν, ἄριστόν ἐστι τὸ εὔθρυπτον καὶ κατάπυρρον ἐν τῷ λεαίνεσθαι, κεγχροειδές τε τῷ ῥυθμῷ καὶ βαρὺ καὶ μέσως στίλβον, ἔτι δὲ ῥινημάτων χαλκοῦ ἀμέτοχον, οἷς δολοῦται· ἀπελέγχεται δὲ πλατυνομένων αὐτῶν ταῖς τῶν ὀδόντων ἐπερείσεσι. {2} γίνεται δὲ οὕτως· ὅταν ἐν ταῖς μεταλλικαῖς χώναις τακεὶς ὁ χαλκὸς εἰς τὰς δεξαμενὰς καταρρυῇ διὰ [τῶν ἠθμῶν] τῶν διηκόντων σωλήνων, διακαθαίροντες τὴν ἀκαθαρσίαν οἱ πρὸς τούτοις ὄντες ὕδωρ ἐπιχέουσιν ἀκραιφνέστατον αὐτῷ, ψύξαι προαιρούμενοι· ὑπὸ τῆς οὖν αἰφνιδίου πυκνώσεως καὶ συναγωγῆς ὡσπερεὶ ἐκπτύεται καὶ ἐπανθεῖ τὸ προειρημένον. {3} στύφει δὲ καὶ τοῦτο καὶ καταστέλλει τὰς ὑπεροχὰς καὶ σμήχει τὰ ταῖς κόραις ἐπισκοτοῦντα, δάκνον ἱκανῶς. ἔστι δὲ καὶ πάχους ἀγωγὸν τετρωβόλου πλῆθος διδόμενον· ἐκτήκει δὲ καὶ τὰ ἐν μυκτῆρσι σαρκώματα καὶ <ἐν> δακτυλίῳ, καὶ ἐξανθήματα σὺν οἴνῳ στέλλει, καὶ πρὸς δυσκωφίας χρονίους τὸ λευκὸν ἐμφυσᾶται διὰ σίφωνος λεῖον· στέλλει δὲ καὶ κιονίδας καὶ παρίσθμια λεῖον σὺν μέλιτι προσαπτόμενον.