Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
cola de caballo | híppouris ἵππουρις |
Equisetum sp. pl. |
4.46 |
φιη (518)
Texto provisional
ἵππουρις· [οἱ δὲ τριχομάχιον, οἱ δὲ ἀνάβασις, οἱ δὲ ἐφέδρανον, οἱ δὲ ἐφέδραν, οἱ δὲ ἰτέα δένδρος, οἱ δὲ γύννις, οἱ δὲ σχοινιόστροφον, Αἰγύπτιοι φερφρεί, προφῆται Κρόνου τρόφις, Ῥωμαῖοι ἐκυινάλις, οἱ δὲ σάλιξ ἐκυινάλις.] οἱ δὲ ἀναβάσιον, οἱ δὲ ἕφεδρον καλοῦσι. φύεται ἐν τόποις ἐφύδροις καὶ ἐν τάφροις. καυλία κενά, ὑπέρυθρα, ὑποτραχέα, στερεά, γόνασι διειλημμένα ἐμπεφυκόσιν εἰς ἄλληλα, περὶ δὲ αὐτὰ φύλλα σχοινώδη, λεπτά, πυκνά· αὔξεται δὲ εἰς ὕψος ἀναβαίνουσα ἐπὶ τὰ παρακείμενα στελέχη καὶ κατακρέμαται περικεχυμένη κόμαις πολλαῖς μελαίναις καθάπερ ἵππου οὐρά· ῥίζα ξυλώδης, σκληρά. {2} στυπτικὴ δὲ ἡ πόα, ὅθεν ὁ χυλὸς αὐτῆς αἱμορραγίας ἵστησι τὰς ἐκ μυκτήρων καὶ δυσεντερίας ὠφελεῖ πινόμενος μετ᾽ οἴνου· κινεῖ δὲ οὖρα. τὰ δὲ φύλλα τραύματα ἔναιμα κολλᾷ λεῖα ἐπιπλαττόμενα, ἡ δὲ ῥίζα καὶ ἡ πόα βήττουσί τε καὶ ὀρθοπνοϊκοῖς καὶ ῥηγματίαις ἀρήγει. ἱστορεῖται δὲ καὶ ἐντέρου διαίρεσιν καὶ κύστεως διακοπὴν καὶ ἐντεροκήλην συνάγειν τὰ φύλλα πινόμενα σὺν ὕδατι.