Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
acacia | akakía ἀκακία |
Acacia sp. |
1.101 |
ρα (101)
περὶ ἀκακίας· ἀκακία φύεται ἐν αἰγύπτῳ. ἄκανθα δέ ἐστι δενδρώδης, θαμνο-
ειδής [1], οὐκ ὀρθοφυής, ἄνθος ἔχουσα λευκόν, τὸν δὲ καρπὸν [2] ὥσπερ θέρμον [3], <λευκόν,> ἐν λοβοῖς κείμενον,
ἐξ οὗ καὶ ἐκθλίβεται τὸ χύλισμα ξηραινόμενον ἐν σκιᾷ [4], μέλαν μὲν ἐκ τοῦ πεπείρου καρ-
ποῦ, ὑπόκιρρον δὲ ἐκ τοῦ ὠμοῦ. ἐκλέγου δὲ τὸ ἠρέμα ἔγκιρρον, εὐῶδες, ὡς ἐν ἀκακίᾳ.
χυλίζουσι δέ τινες καὶ τὰ φύλλα σὺν τῷ καρπῷ· καὶ τὸ κόμμι δὲ ἐκ τῆς <αὐτῆς> ἀκάνθης γεννᾶται. {2} δύ-
ναμιν δὲ ἔχει στυπτικήν, ψυκτικήν. ἁρμόζει δὲ ὁ χυλὸς πρὸς τὰ ὀφθαλμικὰ καὶ ἐρυσιπέλατα,
ἕρπητας, χυμέθλας [5], πτερύγια, τὰ ἐν τῷ στόματι ἕλκη, καὶ προπτώσεις δὲ ὀφθαλμῶν καθί-
στησιν. ἐπέχει δὲ καὶ ῥοῦν γυναικεῖον, καὶ τὰς προπτώσεις δὲ τῆς ὑστέρας στέλλει, κοιλίαν
τε ῥέουσαν ἐπέχει πινόμενος καὶ ἐγκλυζόμενος· μελαίνει δὲ καὶ τρίχας. πλύνεται δὲ καὶ
εἰς τὰ ὀφθαλμικά, τριβομένου <τοῦ χυλοῦ> μεθ᾽ ὕδατος ἀποχεομένου <τε> τοῦ ἐπιπάγου, ἄχρις [6] ἂν καθαρὸν
ἐφιστῆται τὸ ὕδωρ, καὶ οὕτως ἀναλαμβάνεται εἰς τροχίσκους. {3} καίεται δὲ ἐν ὠμῇ χύτρᾳ
μετὰ κεράμου [7] ἐν καμίνῳ, ὀπτᾶται δὲ ἐπ᾽ ἀνθράκων ἐμφυσωμένη [8]. τὸ δὲ τῆς ἀκάνθης
ἕψημα καταντλούμενον ἄρθρα λελυμένα ἵστησι. τὸ δὲ κόμμι τῆς ἀκάνθης διαφέρει τὸ
σκωληκοειδές, ὑελίζον, διαυγές, ἄξυλον, εἶτα τὸ λευκόν· τὸ δὲ ῥητινῶδες καὶ ῥυπαρὸν ἄ-
χρηστον. δύναμιν δὲ ἔχει παρεμπλαστικήν, ἀμβλυντικὴν δριμέων φαρμάκων, οἷς μίγνυται,
πυρίκαυτά τε οὐκ ἐᾷ φλυκταινοῦσθαι καταχριόμενον μετ᾽ ᾠοῦ.