Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
tierra bituminosa | ampelîtis gê ἀμπελῖτις γῆ |
- | 5.160 |
fol. fol.
ωλβ (832)
Texto provisional
<περὶ ἀμπελίτιδος γῆς·> τῆς δὲ ἀμπελίτιδος γῆς, ἥν τινες φαρμακῖτιν καλοῦσι, γενο-
μένης [1] δὲ ἐν Σελευκείᾳ τῇ κατὰ Συρίαν, τὴν μέλαιναν προκριτέον καὶ πευκίνοις ἄνθραξι μακροῖς ἐμφερῆ, ὑποσχιδακώδη τε καὶ στίλβουσαν ποσῶς, ἔτι δὲ οὐ βραδέως τηκομένην, ὅταν λεανθείσῃ ἐπιχυθῇ ποσὸν ἔλαιον. τὴν δὲ λευκὴν [2] καὶ τεφρώδη καὶ ἄτηκτον
fol. fol.
φαύλην ἡγητέον. {2} δύναμιν δὲ ἔχει διαλυτικὴν καὶ ψυκτικήν· παραλαμβάνεται δὲ καὶ πρὸς καλλιβλέφαρα καὶ βαφὰς τριχῶν καὶ τὰς τῶν ἀμπέλων χρίσεις πρὸς τὴν τῆς ἐκβλαστήσεως ὥραν, κτείνουσα τοὺς ἐπιγινομένους σκώληκας.