Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
lapislázuli | kýanos líthos κύανος λίθος |
- | 5.91 |
ψξα (761)
Texto provisional
κύανος γεννᾶται μὲν ἐν Κύπρῳ ἐκ τῶν χαλκουργικῶν μετάλλων, ὁ δὲ πλείων ἐκ τῆς αἰγιαλίτιδος ἄμμου, εὑρισκομένης κατά τινας σπηλαιώδεις ὑποσκαφὰς τῆς θαλάσσης, ἥτις καὶ διαφέρει. παραλημπτέον δὲ τὴν σφόδρα κατακορῆ, καυστέον δὲ ὡς χαλκῖτιν καὶ πλυτέον ὡς καδμείαν. δύναμιν δὲ ἔχει κατασταλτικὴν καὶ μετρίως στυπτικὴν καὶ ἐσχαρωτικὴν καὶ ἑλκωματικήν.