Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
propóleos | própolis πρόπολις |
- | 2.84 |
σιγ (213)
περὶ προπόλεως· πρόπολιν <δὲ> παραλημπτέον τὴν ξανθὴν
καὶ εὐώδη καὶ στυρακίζουσαν, μαλακήν τε ἐν τῷ ὑπερξήρῳ καὶ μαστίχης τρόπῳ [1] ἐφελκομένην.
ἔστι δὲ θερμαντικὴ ἄγαν καὶ ἐπισπαστικὴ καὶ σκολόπων ἑλκυστική· ἀρήγει δὲ καὶ βηξὶ
παλαιαῖς ὑποθυμιωμένη, αἴρει δὲ καὶ λειχῆνας ἐπιτιθεμένη. εὑρίσκεται δὲ περὶ τοῖς
στόμασι τῶν σμηνίων, φύσει κηροειδής.