Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
nabo gallego | gongýlē γογγύλη |
Brassica rapa L. |
2.110 |
σλθ (239)
Texto provisional
[γογγύλη· οἱ δὲ γογγυλίδα, οἱ δὲ γορσόσιον, Ῥωμαῖοι ῥάπαμ.]
γογγύλης ἡ ῥίζα ἑφθὴ τρόφιμος, πνευματωτική, σαρκὸς πλαδαρᾶς γεννητική, ἀφροδισίων παρορμητική. τὸ δὲ ἀφέψημα αὐτῆς ποδάγρας καὶ χιμέτλης ἐστὶ κατάντλημα, καὶ αὐτὴ δὲ λεία καταπλασσομένη ὠφελεῖ. εἰ δέ τις ἐγγλύψας τὴν ῥίζαν κηρωτὴν ῥοδίνην ἐν αὐτῇ ἐπὶ θερμοσποδιᾶς τήξει, ποιεῖ πρὸς τὰς εἱλκωμένας χιμέτλας. ὁ δὲ ἐξ αὐτῆς ἀσπάραγος βιβρώσκεται ἑφθός· ἔστι δὲ οὐρητικός. τὸ δὲ σπέρμα εἰς ἀντιδότους καὶ θηριακὰς ἀνωδύνους εὔθετον, βοηθεῖ δὲ καὶ τοῖς θανασίμοις· ποθὲν δὲ παρορμᾷ καὶ πρὸς ἀφροδίσια. ἁλμευθεῖσα δὲ ἀτροφωτέρα γίνεται βιβρωσκομένη· τὰς μέντοι ὀρέξεις ἀναλαμβάνει. {2} ἡ δὲ <2ἀγρία γογγύλη>2 φύεται ἐν ἀρούραις, θάμνος πηχυαῖος τὸ ὕψος, πολύκλαδος, ἐξ ἄκρου λεῖος, φύλλα ἔχων λεῖα, <ῥίζαν> μεγάλου δακτύλου τὸ πάχος ἢ καὶ μείζονα, καρπὸν δὲ ἐν λοβοῖς καλυκώδεσιν· ἀνοιχθέντων δὲ τῶν περικαρπίων ἔσωθεν ἄλλος κεφαλοειδής ἐστι λοβός, ἐν ᾧ σπερμάτια μέλανα, θλασθέντα δὲ λευκὰ ἔνδοθεν. μείγνυται δὲ σμήγμασι προσώπου καὶ τοῦ ἄλλου χρωτός, ὅσα δι᾽ ἀλεύρων γίνεται θερμίνων ἢ πυρίνων ἢ ἐρεγμίνων ἢ ὀροβίνων.