Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
berza cultivada | krámbē hēmeros κράμβη ἥμερος |
Brassica cretica Lamb. |
2.120 |
fol. fol.
σμθ (249)
Texto provisional
περὶ κράμβης· κράμβη ἥμερος [οἱ δὲ κράμβη κηπαία, Ῥω-
μαῖοι βράσσικα.] εὐκοίλιος ἀκρόζεστος ἐσθιομένη, ἡ δὲ καθεψηθεῖσα κοιλίαν ἵστησι καὶ μᾶλλον ἡ δίεφθος καὶ ἐν κονίᾳ ἑψηθεῖσα· κακοστόμαχος δὲ καὶ μᾶλλον δριμυτέρα ἡ θερινή, ἡ δὲ ἐν Αἰγύπτῳ διὰ πικρίαν ἄβρωτος. ἀμβλυωποῦσι δὲ βοηθεῖ καὶ τρομώδεσιν ἐσθιομένη, καὶ τὰς ἐκ κραιπάλης δὲ καὶ οἴνων κακίας σβέννυσιν ἐπιλαμβανομένη. τὸ δὲ ἀπ᾽ αὐτῆς κύημα εὐστομαχώτερον καὶ οὐρητικώτερον, ταριχευθὲν δὲ κακοστόμαχον καὶ κοιλίας ταρακτικόν. {2} ὁ δὲ χυλὸς αὐτῆς ὠμῆς μετὰ ἴριδος καὶ νίτρου καταπινόμενος κοιλίαν μαλάττει, μετ᾽ οἴνου δὲ ποθεὶς ἐχεοδήκτοις βοηθεῖ, σὺν τηλίνῳ δὲ ἀλεύρῳ καὶ ὄξει ποδαγρικοῖς καὶ ἀρθριτικοῖς, ἕλκεσί τε ῥυπαροῖς καὶ παλαιοῖς ἐπιπλαττόμενος ἁρμόζει, ἐγχεόμενός τε καθ᾽ ἑαυτὸν ταῖς ῥισὶ κεφαλὴν καθαίρει· μετὰ δὲ αἰρίνου ἀλεύρου προστεθεὶς καταμήνια ἄγει. τὰ δὲ φύλλα <λεῖα> καταπλασσόμενα καθ᾽ ἑαυτὰ ἢ μετὰ ἀλφίτων ποιεῖ πρὸς πᾶσαν φλεγμονὴν καὶ οἰδήματα, καὶ ἐρυσιπέλατα καὶ ἐπινυκτίδας καὶ λέπρας ἰᾶται. μεθ᾽ ἁλῶν δὲ ἄνθρακας περιρρήττει· ἴσχει δὲ καὶ ῥύσιν τῶν ἐν κεφαλῇ τριχῶν. {3} ὠμὰ δὲ ἐσθιόμενα μετ᾽ ὄξους σπληνικοὺς ὠφελεῖ, διαμασώμενα δὲ φωνῆς ἀποκοπὴν καθίστησι τοῦ χυλοῦ καταπινομένου, καὶ τὸ ἀφέψημα δὲ αὐτῆς κοιλίαν καὶ ἔμμηνα κινεῖ πινόμενον. τὸ δὲ ἄνθος ἀτόκιον μετὰ τὴν ἀποκύησιν προστεθὲν ἐν πεσσῷ. τὸ δὲ σπέρμα μάλιστα τῆς ἐν Αἰγύπτῳ γεννωμένης πινόμενον ἕλμινθας ἐκτινάσσει· μίσγεται δὲ καὶ εἰς ἀντιδότους θηριακάς, πρόσωπόν τε ἀποκαθαίρει καὶ φακούς. οἱ δὲ
fol. fol.
καυλοὶ χλωροὶ κατακαέντες σὺν ταῖς ῥίζαις καὶ ἀναλημφθέντες στέατι χοιρείῳ παλαιῷ πλευρᾶς χρόνια ἀλγήματα ἐπιτεθέντες παύουσιν.