Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
dorýknion gr. | dorýknion δορύκνιον |
Convolvulus oleifolius Desr. |
4.74 |
φμϚ (546)
Texto provisional
δορύκνιον, ὃ Κρατεύας ἁλικάκκαβον ἢ καλλέαν καλεῖ. θάμνος ὅμοιος ἐλαίᾳ ἀρτιφυεῖ, κλῶνας ἔχων ἐλάσσονας πήχεως, φύλλα δὲ τῷ χρώματι ἐλαίᾳ παραπλήσια, μικρότερα δὲ καὶ στενότερα καὶ τραχέα ἰσχυρῶς, ἄνθος λευκόν· ἐπ᾽ ἄκρου δὲ ἔχει πυκνὰ θυλάκια ὥσπερ ἐρεβίνθου, ἐν οἷς σπερμάτια στρογγύλα, πέντε ἢ ἕξ, ὅσον ὄροβοι μικροί, λεῖα, ἰσχυρὰ καὶ ποικίλα, ῥίζαν πάχος δακτύλου, μῆκος δὲ πήχεως· φύεται ἐν πέτραις οὐ πόρρω θαλάσσης. δοκεῖ δὲ καὶ τοῦτο ὑπνωτικὸν εἶναι, πλεονασθὲν δὲ ἀναιρεῖν. φασὶ δέ τινες καὶ τὸ σπέρμα αὐτοῦ εἰς φίλτρα λαμβάνεσθαι.