Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
testículo de castor | órkhis kástoros ὄρχις κάστορος |
Castor fiber |
2.24 |
fol. fol.
ρνγ (153)
περὶ τοῦ κάστορος ὄρχεων· κάστο-
ρος ὄρχις [1]. ζῷον ἐστὶν [2] ἀμφίβιον, τὸ πλεῖστον ἐν ὕδασιν [σὺν] ἰχθύσι καὶ καρκίνοις τρε-
φόμενον. ποιεῖ μὲν [καὶ] πρὸς ἑρπετά, ἔστι δὲ καὶ πταρμικὸς καὶ καθόλου ποι-
κίλην ἔχει τὴν χρῆσιν· ποθεὶς γὰρ μετὰ γλήχωνος < πλῆθος δυοῖν [3] ἔμμηνα
κινεῖ καὶ ἔμβρυα καὶ δεύτερα ἐκβάλλει. πίνεται δὲ σὺν ὄξει καὶ πρὸς ἐμπνευ-
ματώσεις, στρόφους, λυγμούς, θανάσιμα φάρμακα, ἰξίαν· ἀνακαλεῖται δὲ
καὶ τοὺς ληθαργικοὺς καὶ τοὺς ὁπωσδήποτε καταφερομένους ἐμβρεχόμενος σὺν
fol. fol.
ὄξει καὶ ῥοδίνῳ καὶ ὀσφραινόμενος, καὶ ὑποθυμιώμενος δὲ τὰ αὐτὰ ποιεῖ· ἁρμόζει καὶ
τρόμοις καὶ σπασμοῖς καὶ παντὶ τῷ νευρώδει πινόμενός τε καὶ συγχριόμενος, καὶ
καθόλου θερμαντικὴν ἔχει τὴν δύναμιν. {2} ἐκλέγου δὲ ἀεὶ τοὺς συνεζευγμένους ὄρχεις ἐκ μιᾶς
ἀρχῆς, ἀδύνατον γὰρ δύο φύσας ἐζευγμένας ἐν ἑνὶ ὑμένι εὑρεῖν, καὶ τὸ ἐντὸς ἔχον<τας> κη-
ροειδές, βαρύοσμον, βρωμῶδες, δριμύ, δηκτικόν, εὔτριπτον, διαφρασσόμενόν τε
συνεχῶς φυσικοῖς ὑμέσι. δολοῦσι δέ τινες αὐτό, ἀμμωνιακὸν ἢ κόμμι συμπεφυρ<α>μέ-
νον αἵματι [καὶ] καστορίῳ ἐγχέοντες εἰς φῦσαν καὶ ξηραίνοντες. μάτην δὲ ἱστορεῖται ὅτι
διωκόμενον τὸ ζῷον ἀποσπᾷ τοὺς διδύμους καὶ ῥίπτει· ἀδύνατον γάρ ἐστιν ἅψασθαι αὐτῶν,
προστύπων ὄντων ὥσπερ ὑός. δεῖ δὲ διελόντας τὸ δέρμα κομίζεσθαι σὺν τῷ περιέχοντι
ὑμένι τὸ ὑγρόν, ὂν μελιτῶδες, καὶ οὕτως ξηράναντας ποτίζειν [4].