Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
almizcleña | geránion héteron γεράνιον ἕτερον |
Erodium malacoides Willd. |
3.116.1 |
Texto provisional
γεράνιον ἕτερον· [οἱ δὲ ὀξύφυλλον, οἱ δὲ μέρτρυξ, οἱ δὲ μυρρίς, οἱ δὲ καρδάμωμον, οἱ δὲ ὀρίγανον, προφῆται ἱεροβρύγκας, Ῥωμαῖοι πουλμώνια, οἱ δὲ κικουτάρια, οἱ δὲ γρουίνα, Ἄφροι ἰέσκ.] καλεῖται δὲ ὑπ᾽ ἐνίων καὶ ἕτερον γεράνιον, ἔχον καυλία λεπτά, χνοώδη, δισπίθαμα, φύλλα μολόχῃ ἐμφερῆ καὶ ἐπ᾽ ἄκρων τῶν μασχαλῶν ἐξοχάς τινας ἀνανενευκυΐας, ὡς γεράνων κεφαλὰς σὺν τοῖς ῥάμφεσιν ἢ κυνῶν ὀδόντας. χρῆσις δ᾽ αὐτοῦ ἐν ἰατρικῇ οὐδεμία.