Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
álamo blanco | leukē λευκή |
Populus alba L. |
1.81 |
πα (81)
περὶ λεύκης· λεύκης τοῦ δένδρου ὁ φλοιὸς
ποθεὶς ὅσον οὐγγίας α' πλῆθος ἰσχιάδας ὠφελεῖ καὶ στραγγουρίας· ἱστορεῖται δὲ καὶ ἀτό-
κιος εἶναι ποθεὶς μετὰ ἡμιόνου νεφροῦ, καὶ τὰ φύλλα δὲ πινόμενα μετὰ <τὴν> κάθαρσιν σὺν
οἴνῳ [1] τὸ αὐτὸ δρᾶν λέγεται. ὠφελεῖ δὲ καὶ ὠταλγίας [2] ὁ χυλὸς τῶν φύλλων χλιαρὸς
ἐνσταζόμενος. τὰ δὲ κατὰ τὴν ἐκβλάστησιν τῶν φύλλων σφαιρία λεῖα μετὰ μέ-
λιτος ἐγχριόμενα ἀμβλυωπίας θεραπεύει. ἔνιοι δὲ ἱστοροῦσι τὸν φλοιὸν τῆς λεύκης
καὶ τῆς αἰγείρου τμηθέντα εἰς λεπτὰ μεγέθη καὶ <ἐν>σπαρέντα πρασιαῖς κεκοπρισ-
μέναις ἐν παντὶ καιρῷ μύκητας ἐδωδίμους φύειν.