Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
cenizas de sarmiento | téphra klēmatínē τέφρα κληματίνη |
- | 5.117 |
ψπζ (787)
Texto provisional
τέφρα κληματίνη δύναμιν ἔχει καυστικήν. σὺν ὀξυγγίῳ δὲ ἢ ἐλαίῳ καταπλασθεῖσα θλάσματά <τε> πλευρῶν καὶ ἄρθρων λυγίσματα καὶ συστροφὰς νεύρων ὠφελεῖ, σὺν νίτρῳ δὲ καὶ ὄξει σαρκώσεις ὀσχέου στέλλει. καταπλασθεῖσα δὲ σὺν ὄξει ἑρπετόδηκτα καὶ κυνόδηκτα ἰᾶται, ἐσχαρωτικαῖς τε μείγνυται· καὶ πίνεται δὲ ἐξ αὐτῆς ἡ κονία πρὸς πτώματα καὶ μύκητας σὺν ἁλσὶ καὶ ὄξει.