Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
mantequilla | boútyron βούτυρον |
- | 2.72 |
fol. fol.
σα (201)
περὶ βουτύρου· βούτυρον σκευάζεται καλὸν ἐκ τοῦ λιπαρω-
τάτου γάλακτος· τοιοῦτον δέ ἐστι τὸ προβάτειον. γίνεται δὲ καὶ ἐκ τοῦ αἰγείου, ἐν ἀγγείοις
κινουμένου τοῦ γάλακτος καὶ χωριζομένου τοῦ λίπους. ἔχεται δὲ δυνάμεως μαλακτικῆς,
fol. fol.
ἐλαιώδους, ὅθεν κοι<λίαν> [1] τε ἐκλύει πλέον ποθὲν καὶ πρὸς τὰ θανάσιμα μὴ παρόντος ἐλαίου
χρησιμεύει. μιχθὲν δὲ μέλιτι καὶ παρατριφθὲν [2] ὀδοντιάσεις ὠφελεῖ καὶ τοὺς τῶν οὔλων
ὀδαξισμοὺς ἐπὶ παιδίων καὶ ἄφθας, ἔξωθεν δὲ καταπλασσόμενον εὔτροφον καὶ ἀ-
ψιδρακίωτον [3] τηρεῖ τὸ σῶμα· ποιεῖ καὶ πρὸς φλεγμονὰς καὶ σκληρίας ὑστέρας {2} τὸ μὴ δυ-
σῶδες μηδὲ παλαιόν, πρὸς τὲ δυσεντερίας [4] καὶ πρὸς κόλου ἕλκωσιν ἐγκλυζόμενον,
πυοποιοῖς τε μίγνυται χρησίμως, καὶ μάλιστα ἐπὶ τῶν κατὰ τὰ νεῦρα καὶ μήνυγγας [5]
καὶ κύστιν καὶ [6] τράχηλον τραυμάτων· τὸ δὲ αὐτὸ πληροῖ καὶ καθαίρει καὶ σαρκοῖ, καὶ
τοὺς ὑπὸ ἀσπίδος δηχθέντας ἐπιτιθέμενον ὠφελεῖ. μίγνυται δὲ καὶ προσοψήμασιν ἀντὶ
ἐλαίου τὸ νεαρὸν καὶ ἐν τοῖς πέμμασιν ἀντὶ στέατος.