Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
caparrosa | khálkanthon χάλκανθον |
- | 5.98 |
fol. fol.
ψξη (768)
Texto provisional
<περὶ χαλκάνθου·> χάλκανθον [1] τῷ μὲν γένει ἓν καὶ τὸ αὐτὸ ὑπάρχει· ὑγρὸν γάρ ἐστι πεπηγός. ἰδικὰς [2] δὲ
ἔχει διαφορὰς τρεῖς· τὸ μὲν γὰρ κατὰ σταλαγμὸν διηθουμένων ὑγρῶν εἴς τινας ὑπονόμους συνίσταται, ὅθεν καὶ σταλακτὸν καλεῖται ὑπὸ τῶν τὰ Κυπριακὰ μέταλλα ἐργαζομένων. τὸ δ᾽ ἀφθόνως ὑετιζόμενον ἐν σπηλαίοις, ἔπειτα μεταχεόμενον εἰς βόθρους τὴν πῆξιν λαμβάνει, ὃ δὴ καὶ πηκτὸν
fol. fol.
ἰδίως ὀνομάζεται. {2} τὸ δὲ τρίτον καλεῖται μὲν ἑφθόν, σκευάζεται δὲ ἐν Σπανίᾳ. σκευὴν δὲ ἔχει τοιαύτην, ἀχρούστατόν τε καὶ ἀσθενέστατον ὑπάρχον· ὕδατι διέντες αὐτὸ ἕψουσιν, εἰς τὰς δεξαμενάς τε κατεράσαντες ἐῶσι· τοῦτο δὲ πήγνυται τεταγμέναις ἡμέραις εἰς πολλὰ διαιρούμενον κυβοειδῆ σχήματα βοτρυδὸν ἀλλήλοις προσεχόμενα. {3} ἄριστον δ᾽ αὐτοῦ τὸ κυάνεον καὶ βαρύ, πυκνόν τε καὶ καθαρὸν καὶ διαυγές, οἷόν ἐστι τὸ σταλακτόν, ὑπ᾽ ἄλλων δέ τινων λογχωτὸν καλούμενον· ἐχόμενον δὲ τὸ πηκτόν, τὸ δὲ ἑφθὸν πρὸς μὲν βαφὰς καὶ μελάσματα εὐδοκιμεῖ, πρὸς δὲ ἰατρικὴν <χρῆσιν> ἀσθενέστατον ἡ πεῖρα δεικνύει. {4} δύναται δὲ στύφειν, θερμαίνειν, ἐσχαροῦν, ἕλμεις πλατείας ἀναιρεῖν δραχμῆς μιᾶς βάρος καταπινόμενον ἢ μετὰ μέλιτος ἐκλειχόμενον, ἐμέτους τε κινεῖ, καὶ μύκητας λαβοῦσι βοηθεῖ ποθὲν ἐν ὕδατι, κεφαλήν τε καθαίρει ἀνεθὲν ὕδατι καὶ δι᾽ ἐρίου ῥινεγχυτούμενον. καίεται δὲ ὡς ὑποδείξομεν αὐτίκα ἐπὶ τῆς χαλκίτεως.