Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
piedra de concha | líthos ostrakítēs λίθος ὀτρακίτης |
- | 5.146 |
ωιζ (817)
Texto provisional
λίθος ὀστρακίτης ὅμοιός ἐστιν ὀστράκῳ, εὔσχιστος καὶ πλακώδης, ᾧ χρῶνται ἀντὶ κισήρεως πρὸς τριχῶν ἄρσιν αἱ γυναῖκες. ἴσχει δὲ καὶ καταμήνια πινόμενος σὺν οἴνῳ δραχμῆς μιᾶς πλῆθος, δυεῖν δὲ 101 βάρος ἐὰν πίνῃ τις ἐπὶ ἡμέρας δ μετὰ τὴν ἄφεδρον, ἀσυλλημψίαν ποιεῖ. σὺν μέλιτι δὲ ἐπιτιθέμενος μαστοὺς φλεγμαίνοντας παρηγορεῖ καὶ νομὰς ἵστησιν.