Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
marrubio | prásion πράσιον |
Marrubium vulgare L. |
3.105 |
υκα (421)
Texto provisional
πράσιον [οἱ δὲ εὐπατόριον, οἱ δὲ φιλόπαις, οἱ δὲ φιλοφαρές, οἱ δὲ προπέδιλον, οἱ δὲ καμηλοπόδιον, οἱ δὲ φυλλοφερές, Αἰγύπτιοι ἀστερίσπα, προφῆται αἷμα ταύρου, οἱ δὲ ἄφεδρος, οἱ δὲ γόνος Ὥρου, Ῥωμαῖοι μαρρούβιουμ, οἱ δὲ λαβεώνια, Ἄφροι ἀτιερβέρζοια.] · θάμνος ἐστὶν ἀπὸ μιᾶς ῥίζης πολύκλαδος, ὑπόδασυς, λευκός, τετράγωνος τοῖς ῥαβδίοις· φύλλον δὲ τῷ μεγάλῳ δακτύλῳ ἴσον, ὑποστρόγγυλον, δασύ, ἔρρυσον, πικρὸν τῇ γεύσει· ἐκ διαστημάτων δὲ ἐπὶ τῶν καυλῶν τὸ σπέρμα καὶ τὰ ἄνθη, οἱονεὶ σφόνδυλοι, τραχέα· φύεται περὶ τὰ οἰκόπεδα καὶ ἐρείπια. τούτου τὰ φύλλα ξηρὰ σὺν τῷ σπέρματι ἀφεψόμενα ἐν ὕδατι ἢ χυλιζόμενα χλωρὰ δίδοται μετὰ μέλιτος φθισικοῖς, ἀσθματικοῖς, βήσσουσιν· ἀνάγει καὶ πάχος ἐκ θώρακος ἴριδος ξηρᾶς μιγείσης· {2} δίδοται καὶ ταῖς μὴ καθαιρομέναις γυναιξὶ πρὸς ἀγωγὴν ἐμμήνων καὶ δευτέρων καὶ δυστοκούσαις καὶ θηριοδήκτοις καὶ τοῖς θανάσιμον πεπωκόσι· κύστει μέντοι καὶ νεφροῖς ἄθετον. τὰ δὲ φύλλα καταπλασσόμενα σὺν μέλιτι ῥυπαρὰ ἕλκη ἀνακαθαίρει, πτερύγιά τε καὶ νομὰς ἀφίστησι καὶ ὀδύνην πλευρῶν παραιτεῖται· καὶ τὸ ἐξ αὐτοῦ δὲ κατασκευαζόμενον χύλισμα ἐκθλιβομένων τῶν φύλλων καὶ συστρεφομένων ἐν ἡλίῳ πρὸς τὰ αὐτὰ ποιεῖ. ἔστι δὲ ὀξυδερκὲς σὺν μέλιτι ἐγχριόμενον καὶ ἴκτερον ἀποκαθαίρει διὰ τῶν ῥινῶν, ὠταλγίαις τε ἁρμόζει ἐγχυματιζόμενον καθ᾽ ἑαυτὸ καὶ μετὰ ῥοδίνου.