Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
arveja | órobos ὄροβος |
Vicia ervilia (L.) Willd. |
2.108 |
σλζ (237)
Texto provisional
[ὄροβος· Ῥωμαῖοι ἔρβου<μ>].
ὄροβός ἐστι θαμνίσκος στενόφυλλος, λεπτός, ἔχων σπερμάτιον ἐν λοβοῖς, ἐξ οὗ γίνεται τὸ καλούμενον ὀρόβινον ἄλευρον, ὃ καὶ πρὸς τὴν ἰατρικὴν ἁρμόζει χρῆσιν. ἔστι δὲ καρηβαρικός, κοιλίας ταρακτικός, εἰ βρωθείη, αἷμά τε δι᾽ οὔρων ἄγει. βοῦς δὲ λιπαίνει ἑφθὸς παρατιθέμενος. σκευάζεται δὲ τὸ ἐξ αὐτοῦ ὀρόβινον οὕτως· ἐκλέξας τοὺς εὐτρόφους καὶ λευκοὺς ῥαῖνε ὕδατι ἀναφυρῶν, ἐάσας τε ἐφ᾽ ἱκανὸν συμπιεῖν φρῦγε, ἄχρι οὗ ἂν περιρραγῇ ὁ φλοιός, εἶτα ἀλέσας καὶ διασήσας κοσκίνῳ λεπτῷ ἀπόθου. {2} ἔστι δὲ εὐκοίλιον, οὐρητικόν, εὐχροίας ποιητικόν, πλεονασθὲν δὲ ἐν βρωτῷ ἢ ἐν ποτῷ μετὰ στρόφων αἷμα ἄγει διὰ κοιλίας καὶ κύστεως. καθαίρει δὲ ἕλκη σὺν μέλιτι καὶ φακοὺς καὶ σπίλους καὶ ἐφήλεις καὶ τὸ λοιπὸν σῶμα, νομάς τε ἵστησι [καὶ σκληρώματα] καὶ γαγγραίνας, καὶ σκληρίας τὰς ἐν μαστοῖς μαλάσσει καὶ θηριώδη καὶ ἄνθρακας καὶ κηρία περιρρήττει. φυραθεὶς δὲ σὺν οἴνῳ κυνόδηκτα καὶ ἐχεόδηκτα καὶ ἀνθρωπόδηκτα θεραπεύει καταπλασσόμενος, σὺν ὄξει δὲ δυσουρίας καὶ στρόφους καὶ τεινεσμοὺς παύει· ἁρμόζει δὲ καὶ ἀτρόφοις ὅσον καρύου μέγεθος φρυκτὸν λημφθὲν σὺν μέλιτι. τὸ δὲ ἀφέψημα αὐτοῦ καταντλούμενον χιμέτλας καὶ κνησμοὺς τοὺς ἐν σώματι θεραπεύει.