Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
cantueso | stoikhás στοιχάς |
Lavandula stoechas L. |
3.26 |
τμ (340)
Texto provisional
στοιχάς [οἱ δὲ συγκλίνωπα, οἱ δὲ Ἀλκιβιάδειον, οἱ δὲ παγκράτιον, οἱ δὲ Τυφωνία, Αἰγύπτιοι σουφλώ, προφῆται ὀφθαλμὸς Πύθωνος, Ῥωμαῖοι σκίλλα ῥούβιδα.] γεννᾶται μὲν ἐν ταῖς κατὰ Γαλατίαν νήσοις κατ᾽ ἀντικρὺς Μασσαλίας, καλουμέναις Στοιχάσιν, ὅθεν καὶ τὴν ὀνομασίαν ἔσχεν· πόα δέ ἐστι λεπτόκαρπος, ὁμοίαν ἔχουσα θύμῳ κόμην, μακροφυλλοτέρα μέντοι καὶ δριμεῖα τῇ γεύσει, ὑπόπικρος ποσῶς. ποιεῖ δὲ τὸ ἀφέψημα αὐτῆς πρὸς τὰ ἐν θώρακι καθὼς ὁ ὕσσωπος· μείγνυται δὲ καὶ ἀντιδότοις χρησίμως.