Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
apio de monte | oreosélēnon ὀρεοσέληνον |
Athamanta macedonica L. |
3.65 |
τπα (381)
Texto provisional
ὀρεοσέλινον· [οἱ δὲ πετροσέλινον ἄγριον, Ῥωμαῖοι ἄπιουμ, Αἰγύπτιοι ἀνωνίμ.] καυλός ἐστι σπιθαμιαῖος ἐκ ῥίζης λεπτῆς, περὶ δὲ αὐτὸν κλωνάρια καὶ κεφάλια κωνείῳ παρεμφερῆ, λεπτότερα δὲ ἱκανῶς, ἐφ᾽ ὧν ὁ καρπὸς ἐπιμήκης, δριμύς, εὐώδης, ἐοικὼς κυμίνῳ. φύεται δὲ ἐν πέτραις καὶ ὀρεινοῖς τόποις. δύναμιν δὲ ἔχει ὁ καρπὸς καὶ ἡ ῥίζα οὐρητικὴν ποθέντα ἐν οἴνῳ· ἄγει δὲ καὶ ἔμμηνα· μείγνυται δὲ καὶ ἀντιδότοις καὶ ταῖς θερμαντικαῖς δυνάμεσιν. οὐ δεῖ δὲ πλανᾶσθαι νομίζοντας τὸ ὀρεοσέλινον ἐν πέτραις φυόμενον πετροσέλινον.