Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
otra mandrágora | mōrion μώριον |
Mandragora vernalis Bertol. |
4.75.7 |
φμζ (547)
Texto provisional
ἱστοροῦσι δέ τινες καὶ ἑτέραν μώριον φυομένην ἐν παλι σκίοις καὶ περὶ τὰ ἄντρα, φύλλα ἔχουσαν ὅμοια τῷ λευκῷ μανδραγόρᾳ, μικρότερα δὲ ὡς σπιθαμιαῖα, λευκά, κύκλῳ περὶ τὴν ῥίζαν, οὖσαν ἁπαλὴν καὶ λευκήν, μικρῷ μείζονα σπιθαμῆς, πάχος δακτύλου μεγάλου, ἥν φασι πινομένην ὅσον δραχμὴν μίαν ἢ μετ᾽ ἀλφίτου ἐσθιομένην ἐν μάζῃ ἢ ὄψῳ ἀπομωροῦν· καθεύδει γὰρ ὁ ἄνθρωπος ἐν ᾧπερ ἂν φάγῃ σχήματι αἰσθανόμενος οὐδενὸς ἐπὶ ὥρας τρεῖς ἢ τέσσαρας, ἀφ᾽ οὗ ἂν προσενέγκηται. χρῶνται δὲ καὶ ταύτῃ οἱ ἰατροί, ὅταν τέμνειν ἢ καίειν μέλλωσι· φασὶ δὲ καὶ ἀντίδοτον εἶναι τὴν ῥίζαν πινομένην μετὰ στρύχνου τοῦ καλουμένου μανικοῦ.