Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
barba de viejo | hierákion méga ἱεράκιον μέγα |
Urospermum picroides Schm. |
3.64RV |
τοη (378)
Texto provisional
[ἱεράκιον τὸ μέγα· οἱ δὲ σογχίτην, Ῥωμαῖοι λαπτούκα ἠρράτικα, Ἄφροι σιθιλεσαδέ. καυλὸν ἀνίησιν ὑπέρυθρον, τραχύν, ἀκανθώδη, ὑπόκενον, φύλλα δὲ ἔχει ἐκ διαστημάτων ἐπεσχισμένα ἀραιῶς, σόγχῳ ἐμφερῆ τὴν περιφέρειαν, ἄνθη μήλινα ἐν κεφαλίοις ὑπομήκεσιν. δύναμιν δὲ ἔχει ψυκτικήν, μετρίως ὑποστύφουσαν, ὅθεν στομάχῳ καυσουμένῳ καὶ φλεγμοναῖς καταπλασσόμενον ἁρμόζει. ὁ δὲ χυλὸς καταρροφούμενος δηγμὸν στομάχου πραΰνει, ἡ δὲ πόα σὺν τῇ ῥίζῃ καταπλασθεῖσα σκορπιοπλήκτοις ἀρήγει.]