Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
artemisa de algunos | ambrosía ἀμβροσία |
Ambrosia maritima L. |
3.114 |
υλ (430)
Texto provisional
ἀμβροσία, ἣν ἔνιοι βότρυν, οἱ δὲ ἀρτεμισίαν καλοῦσι. [Ῥωμαῖοι κούπρουμ σιλβάτικουμ, οἱ δὲ ἄπιουμ ῥούστικουμ, Αἰγύπτιοι μερσεώ.] θαμνίσκος ἐστὶ πολύκλαδος, ὡς τρισπίθαμος τὸ ὕψος, φύλλα ἔχων περὶ τὴν ἐκβολὴν τοῦ καυλοῦ μικρὰ ὡς πηγάνου, τὰ δὲ ῥαβδία περίπλεα σπερματίων ἐοικότων βοτρυδίοις μηδέπω ἀνθοῦσι, τῇ ὀσμῇ οἰνώδης. ἡ δὲ ῥίζα λεπτή, δισπίθαμος. καταπλέκεται δὲ ἐν Καππαδοκίᾳ τοῖς στεφάνοις. δύναμιν δὲ ἔχει στύφουσαν σταλτικήν <τε> τῶν ἐπιφερομένων καὶ ἀποκρουστικὴν καταπλασσομένη.