Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
haba | kýamos Hellenikós κύαμος Ἑλληνικός |
Vicia faba L. |
2.105 |
fol. fol.
σλδ (234)
περὶ κυάμου· κύαμος Ἑλληνικὸς πνευματώδης [1], φυσώδης, δύσ-
πεπτος, δυσόνειρος, βηχὶ δὲ σύμφορος καὶ σαρκῶν γεννητικός, ἑψηθείς δὲ ἐν [2] ὀξι-
κράτῳ [3] καὶ σὺν τῷ λέπει ἐσθιόμενος δυσεντερίας καὶ κοιλιακὰς ῥύσεις ἐπέχει, καὶ πρὸς
ἐμέτους δὲ εὔθετος βρωθείς· γίνεται δὲ ἀφυσώτερος [4] τοῦ πρώτου ὕδατος κατὰ τὴν ἕψη-
σιν ἀποχεομένου. ὁ δὲ χλωρὸς [καὶ] κακοστομαχώτερος καὶ φυσωδέστερος. τὸ δὲ ἄλευρον τοῦ
κυάμου καταπλασθὲν καθ᾽ ἑαυτό τε καὶ σὺν ἀλφίτῳ τὰς ἐκ πληγῆς φλεγμονὰς πραύνει καὶ
οὐλὰς ὁμοχρόους ποιεῖ καὶ μαστοὺς χονδριῶντας καὶ φλεγμαίνοντας ὠφελεῖ γάλα τε σβεννύει. {2} σὺν
μέλιτι δὲ καὶ τηλίνῳ ἀλεύρῳ <δοθιῆνας καὶ> παρωτίδας καὶ ὑπώπια διαφορεῖ, σὺν ῥόδοις δὲ καὶ λιβάνῳ καὶ τῷ τοῦ ᾠοῦ
λευκῷ ὀφθαλμῶν προπτώσεις καὶ σταφυλώματα [καὶ οἰδήματα] στέλλει. φυραθὲν δὲ σὺν οἴνῳ συγχύσεις
καὶ πληγὰς ὀφθαλμῶν καθίστησιν, εἴς τε ἀνακόλλημα [δὲ] ῥεύματος χωρὶς τοῦ λέπους μασηθεὶς ἐπιτίθεται
fol. fol.
κατὰ [5] τοῦ μετώπου, καὶ διδύμων <δὲ> φλεγμονὰς ἑψηθεὶς ἐν οἴνῳ θεραπεύει· καὶ τοῖς ἐφηβαίοις δὲ
τῶν παίδων καταπλασσόμενος ἀνήβους ἐπὶ πολὺ τηρεῖ, σμήχει δὲ καὶ ἀλφούς. {3} τὰ δὲ λέ-
πη καταπλασσόμενα τὰς ἐκτιλθείσας τρίχας ἀτρόφους καὶ ἰσχνὰς κατασκευάζει, μετὰ δὲ ἀλ-
φίτου καὶ σχιστῆς καὶ ἐλαίου καταπλασθέντα παλαιοῦ [6] χοιράδας διαφορεῖ, καὶ ἔρια βάπτει
τὸ ἀφέψημα αὐτῶν. ἐπιτίθεται δὲ καὶ πρὸς τὰς ἀπὸ βδελλῶν αἱμορραγίας λελεπισμένος
εἰς δύο διαιρεθεὶς καθ᾽ ἃ προσπέφυκεν καὶ ἐπέχει προστυπούμενος κατὰ τὸ ἡμιτόμιον.