Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
jugo de celidonia | othónna ὀθόννα |
- | 2.182 |
fol. fol.
τια (311)
Texto provisional
περὶ ὀθόννης· ὀθόννα οἱ μέν φασι τοῦ μεγάλου χελιδονίου χυλὸν εἶναι, οἱ δὲ γλαυ-
κίου, οἱ δὲ τῆς κερατίτιδος μήκωνος τῶν ἀνθῶν χυλόν, ἔνιοι δὲ μεῖγμα ἀναγαλλίδος τῆς κυανέας καὶ ὑοσκυάμου καὶ μήκωνος χυλῶν, οἱ δὲ βοτάνης Τρωγλοδυτικῆς τινος, ἥτις ὀθόννα καλεῖται, εἶναι χυλόν, γεννᾶσθαι δ᾽ αὐτὴν καὶ ἐν τῇ κατ᾽ Αἴγυπτον Ἀραβίᾳ. ἔχει δὲ τὰ φύλλα εὐζώμῳ ἐμφερῆ, πολύτρητα ὥσπερ σητόκοπα, ψαφαρά, ὀλιγόχυλα· ἄνθος δὲ φέρει κρόκινον, πλατύφυλλον, ὅθεν ἔδοξαν ἀνεμώνης αὐτό τινες εἶδος εἶναι. {2} χυλίζεται δὲ καὶ εἰς τὰ ὀφθαλμικά, ὅπου δεῖ ἀποκαθαίρειν, δάκνουσα, καὶ πάντα τὰ ἐπισκοτοῦντα ταῖς κόραις ἀποσμήχει. φασὶ δέ τινα καὶ ὑγρασίαν ἀπορρεῖν τῆς βοτάνης, ἣν πλύναντες καὶ χωρίσαντες τῶν λίθων ἀναπλάσσουσι τροχίσκους πρὸς τὰ αὐτά. ἔνιοι δέ φασιν αὐτὴν λίθον εἶναι Αἰγύπτιον ἐν τῇ Θηβαίδι γεννώμενον, χαλκόχρουν, μικρὸν τῷ μεγέθει, δάκνοντα τὴν γεῦσιν μετὰ πυρώσεως καὶ στύψεως.