Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
golondrina | khelidōn χελιδών |
Hirundo rustica |
2.56 |
fol. fol.
ρπδ (184)
περὶ χελιδόνος· χελιδόνος νεοσσοὺς τοὺς ἐκ τῆς πρώτης
νεοσσοποιίας αὐξομένης τῆς σελήνης ἀνατεμὼν εὑρήσεις ἐν τῇ γαστρὶ λίθους, ἐξ ὧν δύο λαβών,
fol. fol.
ἕνα ποικίλον καὶ τὸν ἕτερον καθαρόν, πρὸ τοῦ ἐπιψαῦσαι τῆς γῆς ἐνδήσας εἰς δέρμα δαμάλε-
ως ἢ ἐλάφου καὶ περιάψας βραχίονι ἢ τραχήλῳ ἐπιλημπτικοὺς ὠφελήσεις· πολ-
λάκις δὲ καὶ παντελῶς ἀποκαταστήσεις. βιβρωσκόμεναι δὲ ὥσπερ αἱ συκαλλίδες ὀξυω-
πίας εἰσὶ φάρμακον, καὶ ἡ ἀπ᾽ αὐτῶν δὲ τέφρα καὶ ἡ τῶν μητέρων καεισῶν ἐν χύτρᾳ μετὰ
μέλιτος χρισθεῖσα ὀξυδερκίαν ποιεῖ· ἁρμόζει δὲ καὶ <ἐπὶ> συναγχικοῖς [1] διαχριομένη καὶ πρὸς στα-
φυλῆς καὶ παρισθμίων φλεγμονάς. σκελετευθεῖσαι δὲ αὗται καὶ οἱ νεοσσοὶ [2] συναγχικοὺς ὠφε-
λοῦσι πινόμεναι <μεθ᾽ ὕδατος> πλῆθος < α'.