Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
hinojo caballar | hippomárathron ἱππομάραθρον |
Prangos ferulacea L. |
3.71 |
τπζ (387)
Texto provisional
ἱππομάραθον· [οἱ δὲ μαραθίς, οἱ δὲ μάραθον ἄγριον, Αἰγύπτιοι σαμψώθ, προφῆται θύμαρνον, Ῥωμαῖοι φενούκλουμ ἠρράτικουμ, οἱ δὲ φενούκλους ἐκουίνους, οἱ δὲ μίουμ, Γάλλοι σιστραμεόρ.] μάραθόν ἐστιν ἄγριον μέγα· φέρει δὲ τὸ σπέρμα κάχρυϊ ὅμοιον, ῥίζα δὲ ὕπεστιν εὐώδης, ἥτις πινομένη στραγγουρίαν ἰᾶται <καὶ> ἔμμηνα ἄγει προστιθεμένη. τὸ δὲ σπέρμα καὶ ἡ ῥίζα κοιλίαν ἵστησι πινόμενα, θηριοδήκτοις τε βοηθεῖ καὶ λίθους θρύπτει καὶ ἴκτερον ἀποκαθαίρει. τῶν δὲ φύλλων τὸ ἀφέψημα πινόμενον γάλα ἄγει καὶ τὰς ἐκ τοκετῶν γυναῖκας ἀποκαθαίρει. καλεῖται καὶ ἕτερον ἱππομάραθον, φύλλα ἔχον μικρά, στενά, προμήκη, καρπὸν δὲ στρογγύλον πρὸς τὸν τοῦ κορίου, δριμύν, εὐώδη, θερμαντικόν. ἀναλογεῖ δὲ αὐτοῦ ἡ δύναμις τῷ προειρημένῳ, ἀσθενέστερον ἐνεργοῦσα.