Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
kakkalía gr. | kakkalía κακκαλία |
Senecio thapsoides DC. |
4.122 |
φϟγ (593)
Texto provisional
κακκαλία, οἱ δὲ λεαντικήν· φύλλα φέρει λευκά, εὐμε γέθη· καυλὸς δὲ ἐξ αὐτῶν μέσος, ὀρθός, λευκός, ἄνθος ἔχων ἐοικὸς βρυωνίᾳ· ἐν ὄρεσι φύεται. ταύτης ἡ ῥίζα ἐν οἴνῳ βρεχομένη ὡς τραγάκανθα καὶ ἐκλειχομένη ἢ διαμασωμένη καθ᾽ ἑαυτὴν βῆχας καὶ τραχύτητας ἀρτηρίας θεραπεύει· οἱ δὲ μετὰ τὴν ἐξάνθησιν ἐπιφυόμενοι κόκκοι λεῖοι ἀναλημφθέντες σὺν κηρωτῇ καὶ ἐπιχρισθέντες τετανὸν καὶ ἀρρυτίδωτον τηροῦσι τὸ πρόσωπον.