Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
perfumes | mýra μύρα |
- | 1.42.2 |
μβ (42)
περὶ μύρων·
ἐπεὶ δὲ καὶ τὰ μύρα εὐθετεῖ ἐπ᾽ ἐνίων παθῶν καὶ μιγνύμενα φαρμάκοις καὶ ἐμβρεχόμενα
καὶ ὀσφραινόμενα, ἀκόλουθον ἡγούμεθα καὶ τὴν τούτων παράδοσιν ποιήσασθαι· ἃ δεῖ
δοκιμάζοντας ἐπιβλέπειν, εἰ ἀφ᾽ οὗ ἡ κρᾶσίς [1] ἐστι τοῦ μύρου, ἐκεῖνο ποιεῖ κατὰ τὴν
ὄσφρησιν. ἀρίστη δέ ἐστιν ἡ τοιαύτη κρίσις· ἐπ᾽ ἐνίων μέντοι οὐ φυλάττεται τὸ τοιοῦτον
δι᾽ ἐπικράτειαν μιγμάτων σφοδροτέρων, ὡς ἐπὶ ἀμαρακίνου καὶ κροκίνου καὶ τη-
λίνου καὶ ἄλλων τινῶν, ἅπερ ἐκ τῆς περὶ αὐτὰ συγγυμνασίας δοκιμαστέον.