Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
escolopendra | phyllîtis φυλλῖτις |
Phyllitis scolopendrium (L.) Newman |
3.107 |
υκγ (423)
Texto provisional
φυλλῖτις· [οἱ δὲ φυλλίς, οἱ δὲ ἄκαυλον, οἱ δὲ λάπαθον ἄγριον καλοῦσιν.] φύλλα ἀνίησιν ὅμοια λαπάθῳ, ἐπιμηκέστερα δὲ καὶ εὐθαλέστερα, ἓξ ἢ ἑπτά, ὀρθά, λεῖα ἐκ τῶν ἐντός, ἐκ δὲ τῶν ὄπισθεν καθάπερ σκώληκας ἔχοντα λεπτούς, ἐπηρτημένους· φύεται ἐν παλισκίοις καὶ παραδείσοις, γευσαμένῳ στρυφνή· οὔτε δὲ ἄνθος οὔτε καυλὸν οὔτε καρπὸν φέρει. ταύτης τὰ φύλλα μετ᾽ οἴνου πινόμενα πρὸς ἑρπετοδήκτους ποιεῖ. ἐπὶ τετραπόδων δὲ διὰ στόματος ἐγχυματισθεῖσα βοηθεῖ· πίνεται καὶ πρὸς δυσεντερίαν καὶ διάρροιαν.