Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
tapsia | thapsía θαψία |
Thapsia garganica L. |
4.153 |
fol. fol.
χκη (628)
Texto provisional
<περὶ θαψίας·> θαψία· [οἱ δὲ
ὑπώπιον, οἱ δὲ παγκράτιον, οἱ δὲ σκαμμώνιον, οἱ δὲ θηλυπτερίς, Ῥωμαῖοι φερουλάγω, οἱ δὲ φέρουλα σιλβέστρις.] ὠνόμασται μὲν ἀπὸ τοῦ δοκεῖν πρῶτον εὑρῆσθαι ἐν Θάψῳ τῇ ὁμωνύμῳ νήσῳ, τὴν δὲ ὅλην φύσιν ἔοικε νάρθηκι, ἰσχνότερος δὲ ὁ καυλός, καὶ τὰ φύλλα μαράθῳ ἐμφερῆ· ἐπ᾽ ἄκρου δὲ σκιάδια καθ᾽ ἑκάστην ἀπόφυσιν ἀνήθῳ ὅμοια, ἐφ᾽ ὧν ἄνθος μήλινον, σπέρμα ὑπόπλατυ, τῷ τοῦ νάρθηκος ἐμφερές, ἔλαττον μέντοι, ῥίζα λευκή, μεγάλη, παχύφλοιος, δριμεῖα, ἥτις ὀπίζεται περιορυχθεῖσα καὶ ἐγκοπτομένη τὸν φλοιὸν ἢ κοιλανθεῖσα θολοειδῶς καὶ πωμαζομένη πρὸς τὸ καθαρὸν μένειν τὸν ὀπόν· τῇ δ᾽ ὑστεραίᾳ δεῖ ἐπιόντας ἀναιρεῖσθαι τὸν ἐπισυρρέοντα. {2} χυλίζεται δὲ κοπεῖσα ἡ ῥίζα καὶ διὰ κυρτίδος [καὶ ὀργάνου] ἐκθλιβεῖσα καὶ ξηρανθεῖσα ἐν ἡλίῳ δι᾽ ὀστρακίνου παχέος ἀγγείου· ἔνιοι δὲ καὶ τὰ φύλλα συναποθλίβουσιν· ἀσθενὴς δὲ ὁ τοιοῦτος. διακρίνεις δὲ τῷ βρωμωδέστερον εἶναι τὸν ἀπὸ τῆς ῥίζης καὶ μένειν ἔνικμον, ξηραίνεσθαι δὲ τὸν ἀπὸ τῶν φύλλων καὶ τερηδονίζεσθαι. ὀπίζοντας δὲ δεῖ μὴ κατ᾽ ἄνεμον ἵστασθαι, μᾶλλον δ᾽ ἀνηνεμίας οὔσης· ἐποιδεῖ γὰρ ἰσχυρῶς τὸ πρόσωπον καὶ φλυκταινοῦται τὰ γυμνὰ μέρη [τοῦ γυμνοῦ σώματος]
fol. fol.
διὰ τὴν δριμύτητα τῆς ἀποφορᾶς. δεῖ οὖν κηρωταῖς ὑγραῖς στυφούσαις προχρίειν τὰ γυμνὰ τῶν μερῶν. {3} δύναμιν δ᾽ ἔχει καθαρτικὴν ὅ τε φλοιὸς τῆς ῥίζης καὶ ὁ χυλὸς καὶ ὁ ὀπὸς σὺν μελικράτῳ πινόμενος ἄνω τε καὶ κάτω. δίδοται δὲ τῆς μὲν ῥίζης τετρώβολον μετὰ ἀνήθου σπέρματος δραχμῶν τριῶν, τοῦ δὲ χυλίσματος τριώβολον, τοῦ δὲ ὀποῦ ὀβολὸς εἷς· πλείων γὰρ δοθεὶς κινδυνώδης ὑπάρχει. ἁρμόζει δὲ ἡ δι᾽ αὐτοῦ κάθαρσις ἀσθματικοῖς, πλευρῶν ἀλγήμασι χρονίοις καὶ ἀναγωγαῖς, τοῖς δὲ δυσεμέσιν ἐν σιτίοις ἢ ἑψήμασι δίδοται. κέκτηται δὲ καὶ μετασυγκριτικὴν δύναμιν ὅ τε ὀπὸς καὶ ἡ ῥίζα πάντων μᾶλλον τῶν ἰσοδυναμούντων, ὅπου τι δεῖ ἐκ βάθους ἑλκύσαι ἢ μεταποροποιῆσαι· {4} ὅθεν ἀλωπεκίας καταχριόμενος ὁ χυλὸς ἢ ἡ ῥίζα χλωρὰ προστριβομένη ποιεῖ δασυτέρας, ὑπώπιά τε αἴρει καὶ πελιώματα λεία ἡ ῥίζα ἢ ὁ χυλὸς σὺν λιβανωτῷ καὶ κηρῷ ἴσοις· δεῖ δὲ μὴ πλεῖον δυεῖν ὡρῶν ἐᾶν, μετὰ ταῦτα δὲ πυριᾶν θερμῇ θαλάττῃ. αἴρει δὲ καὶ ἔφηλιν, σὺν μέλιτι δὲ καταχρισθεὶς καὶ λέπρας ἀφίστησι, φύματά τε ῥήττει μετὰ θείου καταχριόμενος ὁ χυλός. χρησίμως δὲ καταχρίεται καὶ ἐπὶ τῶν χρονίας ἐχόντων διαθέσεις περὶ πλευρὸν ἢ πνεύμονα ἢ πόδας ἢ ἄρθρα. χρησιμεύει δὲ καὶ πρὸς ἐπαγώγια ἐπὶ τῶν μὴ ἐκ περιτομῆς λειποδέρμων οἴδημα ἐγείρων, ὅπερ καταντλούμενον καὶ τοῖς λιπαίνουσι μαλαττόμενον τὸ ἐλλιπὲς τῆς πόσθης ἐκπληροῖ.