Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
escamonea de Alepo | skammōnía σκαμμωνία |
Convolvulus scammonia L. |
4.170 |
fol. fol.
χμγ (643)
Texto provisional
<περὶ σκαμμωνίας·> σκαμμωνία· [οἱ δὲ σκαμμωνίας ῥίζα, οἱ δὲ κολο-
φωνία, οἱ δὲ δακρύδιον, Ῥωμαῖοι κολοφώνιουμ, προφῆται ἀπὸ πλεύμονος, Αἰγύπτιοι σανελούμ.] κλῶνας ἀνίησι πολλοὺς ἀπὸ μιᾶς ῥίζης, τριπήχεις, λιπαρούς, ἐμφαίνοντάς τι δασύτητος, καὶ τὰ φύλλα δὲ δασέα, ὅμοια ἑλξίνῃ ἢ κισσῷ, μαλακώτερα μέντοι καὶ τριγωνοειδῆ, ἄνθη λευκά, περιφερῆ, κοῖλα ὡς κάλαθοι, βαρύοσμα· ῥίζα δὲ εὐμήκης, παχεῖα ὅσον βραχίων, λευκή, βαρύοσμος, ὀποῦ μεστή. συλλέγεται δὲ ὁ ὀπὸς τῆς κεφαλῆς ἀπὸ τῆς ῥίζης ἀφαιρουμένης καὶ θολοειδῶς ἐκρομβιζομένης εἰς κοιλότητα· συρρεῖ γὰρ εἰς αὐτὴν ὁ ὀπὸς καὶ οὕτως ἀναλαμβάνεται εἰς μύακας. {2} ἔνιοι δὲ τὴν γῆν ὀρύξαντες ὁλμοειδῶς <καὶ> καρύας φύλλα ὑποθέντες καταχέουσι τὸν ὀπὸν καὶ οὕτως ξηρανθέντα ἀναιροῦνται. ἔστι δὲ καλὸς ὁ διαυγὴς καὶ κοῦφος, ἀραιός, ταυροκολλώδης τὴν χρόαν, σήραγγας ἔχων λεπτάς, σπογγώδης· τοιοῦτος δ᾽ ἐστὶν ὁ ἐκ Μυσίας τῆς κατὰ τὴν Ἀσίαν κομιζόμενος. μὴ προσέχειν δὲ <δεῖ> μόνῳ τῷ λευκαίνεσθαι αὐτὸν κατὰ τὴν τῆς γλώσσης θίξιν—τοῦτο γὰρ γίνεται καὶ παραμιγέντος αὐτῷ ὀποῦ τιθυμάλλου—μᾶλλον δὲ τοῖς προειρημένοις καὶ τῷ μὴ λίαν πυροῦν τὴν γλῶσσαν, ὅπερ γίνεται τιθυμάλλου μιγέντος. {3} ὁ δὲ Συριακὸς καὶ ὁ ἐν Ἰουδαίᾳ γεννώμενος χείριστοι, βαρεῖς, πυκνοί, δολούμενοι τιθυμάλλῳ καὶ ἀλεύρῳ μεμειγμένοις αὐτοῖς. δύναμιν δὲ ἔχει ὁ ὀπὸς λημφθεὶς σὺν μελικράτῳ ἢ ὕδατι δραχμῆς μιᾶς πλῆθος ἢ τριώβολον καθαίρειν κάτω φλέγμα καὶ χολήν. εἰς δὲ τὸ λῦσαι τὴν κοιλίαν ἀρκέσουσιν ὀβολοὶ δύο μετὰ σησάμου ἤ τινος ἄλλου σπέρματος λαμβανόμενοι· δίδοται καὶ πρὸς ἐνεργεστέραν κάθαρσιν τοῦ μὲν ὀποῦ τετρώβολον, ἐλλεβόρου δὲ μέλανος ὀβολοὶ δύο, <ἀλόης δὲ> καὶ ἁλὸς δραχμῆς μιᾶς <πλῆθος>. {4} σκευάζονται δὲ καὶ ἅλες καθαρτικοὶ πρὸς κυάθους ἓξ τῶν ἁλῶν ὁλκῶν εἴκοσι τῆς σκαμμωνίας τοῦ ὀποῦ μειγνυμένων· λαμβάνεται δὲ πρὸς δύναμιν τὸ μὲν τέλειον τρία κοχλιάρια, μέσον δὲ δύο, τὸ δὲ ἐλάχιστον ἕν. καθαίρει δὲ καὶ τῆς ῥίζης δραχμὴ μία ἢ δραχμαὶ δύο σὺν οἷς εἴρηται, ἔνιοι δὲ ἀφέψοντες αὐτὴν πίνουσι. συνεψηθεῖσα δὲ
fol. fol.
ὄξει καὶ λεανθεῖσα μετ᾽ ἀλεύρου κριθίνου ἰσχιαδικῶν ἐστι κατάπλασμα. ὁ δὲ ὀπὸς προστιθέμενος ἐν ἐρίῳ τῇ μήτρᾳ ἔμβρυα φθείρει, διαφορεῖ δὲ καὶ φύματα σὺν μέλιτι ἢ ἐλαίῳ ἐπιχριόμενος· ἑψηθεὶς δὲ σὺν ὄξει καὶ καταχρισθεὶς λέπρας ἐξάγει, κεφαλαλγίας τε χρονίας ἐστὶν ἐπίβρεγμα σὺν ὄξει καὶ ῥοδίνῳ.