Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
lechetrezna rastrera | khamaisýkē χαμαισύκη |
Euphorbia chamaesyce L. |
4.169 |
fol. fol.
χμβ (642)
Texto provisional
<περὶ χαμαισύκης·> χαμαισύκη,
οἱ δὲ συκῆν, [οἱ δὲ μήκωνα ἀφρώδη καλοῦσιν.]· κλῶνας ἀνίησι τετραδακτύλους, ἐπὶ γῆς ἐρ-
ριμμένους περιφερεῖς [1], ὀποῦ μεστούς, φύλλα φακοειδῆ, τῷ πέπλῳ ὅμοια, μικρά, λεπτά,
fol. fol.
πρὸς τῇ γῇ· καρπὸς δὲ ὑπὸ τοῖς φύλλοις στρογγύλος, ὡς πέπλου· οὔτε δὲ ἄνθος οὔτε καυλὸν ἔχει, ῥίζαν δὲ λεπτήν, ἄχρηστον. δύναμιν δὲ ἔχουσιν οἱ κλῶνες, λεανθέντες σὺν οἴνῳ, τὰς περὶ μήτραν ὀδύνας παύειν ἀντὶ πεσσοῦ προστεθέντες, καταπλασσόμενοι δὲ οἰδήματα καὶ ἀκροχορδόνας καὶ μυρμηκίας αἴρουσιν, ἑφθοὶ δὲ ἐσθιόμενοι κοιλίαν ἐκλύουσι. καὶ ὁ ἐξ αὐτῶν δὲ ὀπὸς τὰ αὐτὰ δρᾷ, καὶ καταχριόμενος σκορπιοπλήκτοις βοηθεῖ. ἁρμόζει δὲ καὶ πρὸς ἀμβλυωπίας καὶ ἀχλῦς καὶ ἀρχομένας ὑποχύσεις, οὐλάς, νεφέλια σὺν μέλιτι ἐγχριόμενος. φύεται ἐν πετρώδεσι καὶ αὐχμηροῖς τόποις.